12
Κεφ. ιθʹ.Περὶ περσικῶν.Εἴτε μῆλα καλεῖν ἐθέλεις
13
περσικὰ τὸν καρπὸν τοῦτον, εἴθ’ ἁπλῶς περσικὰ τοῖς
14
νῦν Ἕλλησιν ὡσαύτως, εἴτ’ ἄλλο τι βούλει παλαιὸν ὄνομα
15
ζητεῖν ἐπ’ αὐτοῖς, ἔξεστί σοι τοῦτο πράττειν μετὰ πολλῆς
16
σχολῆς. ἤδη δὴ ἴσθι τὸ τῶν ὀνομάτων χρησιμώτερον, ὡς καὶ
17
τούτων ὁ χυλός τε καὶ οἷον σὰρξ εὔφθαρτός τέ ἐστι καὶ 6.593
1
πάντη μοχθηρά. ὥστε οὐ χρὴ, καθάπερ ἔνιοι, τελευταῖα τῆς
2
ἄλλης τροφῆς αὐτὰ προσφέρεσθαι· διαφθείρεται γὰρ ἐπιπολάζοντα.
3
μεμνῆσθαι δὲ χρὴ τοῦδε, κοινοῦ πάντων ὄντος· ὅσα
4
κακόχυμα μὲν, ὑγρὰ δὲ καὶ ὀλισθηρὰ, καὶ ῥᾳδίως ὑπιέναι δυνάμενα
5
, διὰ τοῦτο ἐσθίειν αὐτὰ πρότερον τῶν ἄλλων· οὕτω
6
γὰρ αὐτὰ ταχέως ὑπέρχεται κἀκείνοις ποδηγεῖ· τὰ ὕστατα
7
ληφθέντα συνδιαφθείρει καὶ τὰ ἄλλα.