4
Κεφ. εʹ.Περὶ μηλοπεπόνων,Οἱ μηλοπέπονες ἧττόν
5
τε τῶν πεπόνων εἰσὶν ὑγροὶ, καὶ ἧττον κακόχυμοι, καὶ ἧττον
6
οὐρητικοὶ, καὶ ἧττον ὑπέρχονται κάτω. τὸ δ’ εἰς ἔμετον
7
ἐξορμᾷν ὁμοίως τοῖς πέποσιν οὐκ ἔχουσιν, ὥσπερ οὐδὲ τὸ
8
διαφθείρεσθαι ταχέως ἐν τῇ κοιλίᾳ παραπλησίως τοῖς
9
πέποσιν, ὅταν ὲν αὐτῇ ἦ τις χυμὸς ἠθροισμένος μοχθηρὸς,
10
ἢ καί τις ἄλλη διαφθορᾶς αἰτία καταλάβῃ. πολὺ δὲ ἀπολειπόμενοι
11
τῶν εὐστομάχων ὀπωρῶν οὐκ ἔχουσι τό τῶν
12
πεπόνων κακοστόμαχον· οὐδὲ γὰρ οὐδ’ εἰς ἔμετον ὁρμῶσιν
13
ὡσαύτως ἐκείνοις. τῶν δὲ πεπόνων οὐκ ἐσθίοντες οἱ ἄνθρωποι
14
τὸ τῆς σαρκὸς ἔνδον, ἐν ᾧ τὸ σπέρμα, τὸ τῶν μηλοπεπόνων
15
ἐσθίουσι, καὶ τοῦτ᾿αὐτοῖς συντελεῖ πρὸς διαχώρησιν.
16
οἱ δὲ τὴν οἷον σάρκα μόνον ἐσθίοντες αὐτῶν
17
ἧττον τῶν πεπόνων διαχωροῦσιν αὐτήν.