17
Κεφ. κεʹ.Περὶ φασήλων καὶ ὤχρων.Καὶ ταῦτα τὰ
18
σπέρματα, καθάπερ καὶ τὴν τῆλιν, ὕδατι προδιαβρέχοντες οἱ 6.539
1
ἄνθρωποι μέχρι τοῦ φῦσαι ῥίζαν ἐσθίουσιν πρὸ τῆς ἄλλης
2
τροφῆς ὑπαγωγῆς ἕνεκα γαστρὸς, ἐναποβάπτοντες γάρῳ.
3
τρόφιμον δ’ ἔχει τὸν χυμὸν, ὅταν ἀναδοθῇ, πεφθέντα μᾶλλον
4
τήλεως. καί τινα νεανίσκον οἶδα, κατὰ τὴν Ἀλεξανδρείαν
5
ἰατρικὴν τέχνην ἐξασκοῦντα, καθ’ ἑκάστην ἡμέραν ὄψῳ χρώμενον
6
ἐτῶν τεττάρων μότοις τούτοις, τήλει λέγω, καὶ φασήλοις,
7
καὶ ὤχροις, καὶ θέρμοις. ἥψατο δέ ποτε καὶ τῶν
8
ἐκ τῆς Μέμφιδος ἐλαιῶν, καὶ λαχάνων, καὶ καρπῶν ὀλίγων,
9
ὅσοι χωρὶς ἑψήσεως ἐσθίονται· προὔκειτο γὰρ αὐτῷ μηδὲ
10
πῦρ ἀνάπτειν. ὑγιαίνετο οὖν ἐν ἅπασιν ἐκείνοις τοῖς
11
ἔτεσι, καὶ τὴν τοῦ σώματος ἕξιν κατ’ οὐδέν τι χείρονα τῆς
12
ἐξ ἀρχῆς ἔσχεν. ἤσθιεν δ’ αὐτοὺς μετὰ γάρου δηλονότι, τῷ
13
γάρῳ ποτὲ μὲν ἔλαιον ἐπεμβάλλων μόνον, ποτὲ δὲ καὶ οἶνον,
14
ἔστι δ’ ὅτε καὶ ὄξος, ἐνίοτε δὲ καὶ μεθ’ ἁλῶν μόνον, ὥσπερ
15
καὶ τοὺς θέρμους. περὶ μὲν οὖν διαίτης ὑγιεινῆς εἴρηται
16
μέν τι κἀν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ κατὰ διέξοδον, εἰρήσεται
17
δὲ καὶ κατὰ τόνδε τὸν λόγον αὖθις ἐν βραχέσι κεφαλαίοις. 6.540
1
νυνὶ δὲ περὶ τῶν ὤχρων τε καὶ φασήλων οἷς εἶπον
2
ἔτι καὶ τοῦτο προσκείσθω. μέσα πὼς ἐστιν ἐδέσματα ταῦτα
3
εὐχύμων τε καὶ κακοχύμων, εὐπέπτων τε καὶ δυσπέπτων,
4
βραδυπόρων τε καὶ ταχυπόρων, φυσωδῶν τε καὶ ἀφύσων,
5
ὀλιγοτρόφων τὸ καὶ πολυτρόφων. οὐδὲ γὰρ οὐδὲ ποιότητα
6
δραστήριον ἔχει, καθάπερ ἔνια τῶν δριμεῖς, ἤ στρυφνοὺς,
7
ἢ ἁλυκοὺς, ἢ πικρούς, ἢ γλυκεῖς ἐχόντων χυμούς.