Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


15 Κεφ. λθʹ.Περὶ μέλιτος.τῶν τροφῶν ὕλη πᾶσα
16 μέχρι δεῦρο διττοῖς γένεσι περιληφθεῖσα, τὸ μὲν ἕτερον
17 αὐτῶν ἐκ φυτῶν εἶχε, τὸ δὲ ἕτερον ἐκ ζώων· ἑκατέρας δ’ 6.739
1 αὐτῶν ἀφώρισται τὸ μέλι. γίνεται μὲν γὰρ ἐπὶ τοῖς φύλλοις
2 τῶν φυτῶν, ἔστι δὲ οὔτε χυλὸς αὐτῶν, οὔτε καρπὸς, οὔτε
3 μόριον, ἀλλ’ ὁμογενὲς μὲν τοῖς δρόσοις, οὐ μὴν οὔτε συνεχῶς
4 οὔθ’ ὁμοίως ἐκείναις γίνεται δαψιλές. οἶδα δέ ποτε
5 θέρους ὥρᾳ πλεῖστον ὅσον ἐπὶ τοῖς τῶν δένδρων καὶ θάμνων
6 καὶ τινων βοτανῶν φύλλοις εὑρεθὲν, ὡς ὑπὸ τῶν γεωργῶν
7 λέγεσθαι παιζόντων, Ζεὺς ἔβρεξε μέλι. προηγεῖτο δὲ
8 νὺξ μὲν εὐψυχὴς, ὡς ἐν θέρει, (θέρους γὰρ ἦν ὥρα τηνικαῦτα,)
9 θερμὴ δὲ καὶ ξηρὰ κρᾶσις ἀέρος ἐπὶ τῆς προτεραίας.
10 ἐδόκει τοίνυν τοῖς δεινοῖς περὶ φύσιν ἐκ τῆς γῆς τε καὶ τῶν
11 ὑδάτων ἀτμὸν ἀκριβῶς λεπτυνθέντα καὶ πεφθέντα πρὸς τῆς
12 ἡλιακῆς θερμότητος, ὑπὸ τῆς ἐπιγενομένης ἐπὶ τῆς νυκτὸς ψύξεως
13 ἀθροισθῆναι πιληθέντα. παρ’ ἡμῖν μὲν οὖν σπανίως
14 φαίνεται τοῦτο γινόμενον, ἐν δὲ τῷ ὄρει τῷ Λιβάνῳ καθ’
15 ἕκαστον ἔτος οὐκ ὀλίγον. ὥστε ἐκπεταννύντες ἐπὶ γῆς δέρματα
16 καὶ σείοντες τὰ δένδρα δέχονται τὸ ἀποῤῥέον ἀπ’ αὐτῶν
17 καὶ χύτρας καὶ κεράμια πληροῦσι τοῦ μέλιτος. ὀνομάζουσι
18 δ᾿ αὐτὸ δροσόμελί τε καὶ ἀερόμελι. πρόδηλος μὲν οὖν 6.740
1 ὕλη τῇ γενέσει τοῦ μέλιτος ὁμογενής τις οὖσα ταῖς δρόσοις,
2 εἰς ἀρετὴν δὲ καὶ κακίαν αὐτῷ φαίνεταί τι προσέρχεσθαι παρὰ
3 τῶν φυτῶν, ἐφ’ ὧν τοῖς φύλλοις ἀθροίζεται. καὶ διὰ τοῦτο
4 γίνεται κάλλιστον, ἔνθα πλεῖστοι θύμοι καί τινες ἄλλαι θερμαὶ
5 καὶ ξηραὶ τῇ κράσει βοτάναι τε καὶ θάμνοι. λεπτομερέστερον
6 τοιγαροῦν ἐστι μέλι τὸ γεννώμενον ἐν τοῖς τοιούτοις
7 φυτοῖς, καὶ διὰ τοῦτο ῥᾳδίως ἐκχολοῦται κατὰ τὰ θερμὰ
8 σώματα· τοῖς ψυχροῖς δ’ ἐπιτηδειότατόν ἐστιν, εἴτε δι᾿
9 ἡλικίαν, εἴτε διὰ νόσον, εἴτε φύσει τοιαῦθ’ ὑπάρχει.
10  ταῦτα τοίνυν ὑπ’ αὐτοῦ τρέφεσθαι πέφυκεν αἱματωθέντος,
11 ὡς ἐγγὺς τοῖς θερμοῖς ἐκχολοῦσθαι φθάνει, πρὶν αἱματωθῆναι.
12 λεπτομερὲς δ’ ὑπάρχον ἐξ ἀνάγκης ἔχει τι καὶ δριμύ·
13 διὸ πρὸς ἔκκρισιν ἐπεγείρει τὴν γαστέρα. τοῦτ᾿ οὖν ἀφαιροῦντες
14 αὐτῷ, πρὸς ἀνάδοσίν τε καὶ πέψιν ἐπιτηδειότερον
15 ἐργαζόμεθα. καλλίστη δ’ ἀφαίρεσις γίνεται, μιχθέντος πρῶτον
16 ὕδατι πολλῷ, μετὰ τοῦτο δ’ ἑψηθέντος, ἄχρι περ ἂν
17 ἀφρίζον παύσηται. προσήκει δ’ αἴρειν ἀπ’ αὐτοῦ συνεχῶς
18 δηλονότι τὸν ἀφρὸν εὐθὺς ἅμα τῷ γενέσθαι. διὰ γάρ τοι 6.741
1 τῆς τοιαύτης παρασκευῆς ἀποθέμενον τὴν δριμύτητα καὶ μηκέτ’
2 ἐρεθίζον εἰς ἔκκρισιν τὴν κοιλίαν ἀναδίδοται οὐ βραδέως.
3 τὸ δ᾿ ἐπ’ ὀλίγον οὐδ’ ὅλως ἑψηθὲν μελίκρατον
4 ὑπέρχεσθαι φθάνει πρὸ τοῦ πεφθῆναι, ἀναδοθῆναί τε καὶ
5 θρέψαι τὸ σῶμα. διαφορὰ δ’ αὐτοῖς ἐστι κᾀν τῷ φύσαν μέν
6 τινα γεννᾷν ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις τὸ μὴ τελέως ἑψηθὲν,
7 ἄφυσον δὲ καὶ διουρητικὸν γίνεσθαι τὸ κατὰ τὴν ἕψησιν
8 ἀποθέμενον ἅπαντα τὸν ἀφρόν. εἰ δὲ χωρὶς ὕδατος μίξεως
9 ἐκλείχοι τις τὸ μέλι μόνον, ἧττον μὲν τρέφει, μᾶλλον
10 δ’ ὑπάγει τὰ κατὰ τὴν γαστέρα. πλέον δ’ εἴ τις αὐτοῦ
11 προσενέγκοι, τὴν ἄνω κοιλίαν εἴωθεν εἰς ἔμετον ἐξορμᾷν.
12 ἑψηθὲν δὲ χωρὶς ὕδατος, οὔτ᾿ ἐμετικόν ἐστιν ὁμοίως, οὔθ’
13 ὑπακτικὸν τῶν κατὰ τὴν κοιλίαν, ἀλλ’ ἀναδίδοταί τε καὶ τρέφει
14 μᾶλλον· οὖρα δ᾿ ἧττον κινεῖ τοῦτο τοῦ μεθ’ ὕδατος
15 ἑψηθέντος. οὐ μὴν οὐδ’ ὁπότε τρέφει, τροφὴν ἀξιόλογον
16 δίδωσι τῷ σώματι, ὥστε τισὶν ἔδοξεν οὐδὲ τρέφειν ὅλως.
17 ἀλλὰ πρὸς μὲν τούτους αὐτάρκως εἴρηται διὰ τοῦ τρίτου
18 τῶν εἰς τὸ περὶ διαίτης ὀξέων νοσημάτων Ἱπποκράτους ὑπομνήματος, 6.742
1 τινες μὲν ἐπιγράφουσι πρὸς τὰς Κνιδίας γνώμας,
2 ἔνιοι δὲ περὶ πτισάνης, ἁμαρτάνοντες ἀμφότεροι, καθότι
3 δέδεικται διὰ τῶν εἰς αὐτὰ γεγονότων ἡμῖν ὑπομνημάτων.
4 ἐν δὲ τῷ παρόντι λόγῳ τοσαῦτ’ εἰπεῖν ὑπὲρ αὐτοῦ βέλτιον
5 ἦν, ὅσα λέλεκται. κεφάλαιον δ’ αὐτῶν ἐστιν, γέρουσι μὲν
6 καὶ ὅλως ψυχραῖς τοῦ σώματος κράσεσιν ἐπιτήδειον εἶναι,
7 τοῖς δ᾿ ἀκμάζουσι καὶ θερμοῖς ἐκχολοῦσθαι, τροφὴν δ’
8 ὀλίγην ἡμῖν ἐξ αὐτοῦ γίνεσθαι, μὴ φθάσαντος εἰς χολὴν μεταβαλεῖν,
9 ὡς, εἴγ’ αὐτῷ τοῦτο συμβαίη, τρέφειν οὐδ’ ὅλως
10 τηνικαῦτα δύνασθαι. πρόδηλον δὲ, ὅτι τὴν ὠχρὰν καὶ ξανθὴν
11 χολὴν ὑπ’ αὐτοῦ γεννᾶσθαι λέγομεν, οὐ τὴν μέλαιναν.
12 εἴρηται γὰρ ἤδη πολλάκις ἐν πολλοῖς, ἔθος εἶναι τοῖς ἰατροῖς
13 τὴν τοιαύτην χολὴν ἁπλῶς ὀνομάζειν ἄνευ τῆς κατὰ τὴν χρόαν
14 προσθήκης, τὰς δ’ ἄλλας ἁπάσας σὺν τῷ τῆς χρόας ἑρμηνεύειν
15 ὀνόματι. φαίνονται δὲ κενούμεναι πλὴν τῆς πρασιζούσης
16 αἱ ἄλλαι πᾶσαι, χαλεπῶς νοσοῦντος τοῦ σώματος·
17 ξανθὴ δὲ καὶ ὠχρὰ καὶ πρασοειδὴς καὶ χωρὶς νοσημάτων
18 ἐμεῖταί τε καὶ διαχωρεῖται πολλάκις.

6.743