11
Κεφ. κδʹ.Περὶ ἀπίων καὶ ῥοιῶν.Ἃ περὶ μήλων
12
εἶπον, ἅπαντα μεταφέρων ἐπὶ τὰς ἀπίους τε καὶ ῥοιὰς οὐδενὸς
13
ἔτι νεωτέρου περὶ αὐτῶν ἑτέρου δεήσῃ λόγου. καὶ γὰρ
14
ἐν ταύταις ἔνιαι μὲν αὐστηραὶ μόνον ἢ στρυφναὶ φαίνονται,
15
καθάπερ γε τινὲς μὲν ὀξεῖαι, τινὲς δὲ γλυκεῖαι, τινὲς δὲ ἐκ
16
τῆς τούτων μίξεως συγκείμεναι, καὶ τινὲς ὅλως οὐδεμίαν ἔχουσαι 6.604
1
τοιαύτην ἐπικρατοῦσαν ποιότητα, καὶ διὰ τοῦτο ὑδατώδεις
2
τε καὶ ἀμβλεῖαι οὖσαι, ῥωστικὸν οὐδὲν ἔχουσι, τῶν μὲν οὖν
3
ἀπίων ἡ χρῆσις ὁμοία κατὰ πᾶν ἐστι τῇ τῶν μήλων· αἱ
4
ῥοιαὶ δὲ τὰ μὲν ἄλλα παραπλησίως, οὐδέποτε δ’ οὐδ’ ὀπτῶνται
5
μετὰ σταιτὸς, οὐδ’ ἕψονται δι’ ὕδατος ἢ ἐν ἀτμῷ. χυλὸν
6
δὲ ἔχουσι πλείονα μήλων τε καὶ ἀπίων, ἔτι δὲ πρὸς τούτῳ
7
τὴν γεῦσιν ἡδὺν ὄντα μᾶλλον τοῦ κατ’ ἐκεῖνα χυλοῦ. γίνονται
8
δέ ποτε χρησιμώτεραι τῶν καρπῶν ἐκείνων εἰς ἄλλα τέ
9
τινα καὶ τὸ πρὸς Ἱπποκράτους εἰρημένον ἐν Ἐπιδημιῶν δευτέρῳ
10
κατὰ τήνδε τὴν ῥῆσιν. γυνὴ ἐκαρδιάλγει, καὶ οὐδὲν
11
καθίστη, πρὶν ἐς ῥοιᾶς χυλὸν ἄλφιτον ἐπιπάσσουσα καὶ μονοσιτίῃ
12
ἤρκεσε καὶ οὐκ ἀνήμεεν οἷα τὰ Χαρίωνος. εὔδηλον οὖν,
13
ὅτι, μοχθηρῶν χυμῶν τὰ κατὰ τὸ στόμα τῆς γαστρὸς, ὃ δὴ
14
καὶ καρδίαν ὀνομάζουσι, διαβρεξάντων, ἡ γυνὴ ναυτιώδης τε
15
καὶ καρδιαλγὴς ἦν· οὐδὲ γὰρ οὐδ’ ἄλλο τι τὸ καρδιώσσειν
16
ὄνομα σημαίνει τοῦ γινομένου συμπτώματος ἐπὶ τῷ στομάχῳ
17
δακνομένῳ. τοῦτον οὖν τὸν χυμὸν ἐξήρανε μὲν τὸ ἄλφιτον, 6.605
1
ὁ δὲ τῆς ῥοιᾶς χυλὸς ἃμ αὐτῷ λαμβανόμενος ἐῤῥώννυε
2
τὴν κοιλίαν, ὡς ἀποτρίψασθαι δύνασθαι τὸν ἐν τοῖς χιτῶσιν
3
αὐτῆς περιεχόμενον χυμόν. τροφὴν δὲ τῷ σώματι παρέχουσιν
4
αἱ μὲν ῥοιαὶ παντάπασιν ἐλαχίστην, ὡς οὐδέποτ’ αὐτῶν
5
ὡς τροφῆς χρήζομεν, ἀλλ’ ἐν φαρμάκου μοίρᾳ μόνον. αἱ δ’
6
ἄπιοι καὶ μάλισθ’ αἱ μεγάλαι (καλοῦσι δ’ αὐτὰς μενάτας οἱ
7
παρ’ ἡμῖν) ἔχουσί τι καὶ τρόφιμον, ὥστε καὶ τέμνοντές τε
8
αὐτὰς εἰς κυκλίσκους λεπτοὺς καὶ ξηραίνοντες ἀποτίθενται,
9
προσφέρονται δὲ κατὰ τὸν χειμῶνα καὶ τὸ ἔαρ ἅψοντες,
10
ὅταν ᾖ λιμὸς, ἐν χρείᾳ σιτίων ὀλιγοτρόφων. οἱ δ’ Ἀττικοὶ
11
μὲν ἄνευ τοῦ ἰῶτα τὴν πρώτην τῶν ῥοιῶν ἔχουσι συλλαβὴν
12
μᾶλλον, οἱ Ἴωνες δὲ μετὰ τοῦ ἰῶτα. χρήσιμον δὲ οὐδὲν
13
ἔχει τῷ βίῳ ταν ἀνθρώπων, ὥσπερ οὐδ’ ὠτὶ τῶν οἴων, ἃ
14
νῦν μὲν οὕτως ὀνομάζουσι πάντες Ἕλληνες, οὐ συγχωροῦσι
15
δὲ οἱ Ἀττικίζοντες μετὰ τοῦ υ λέγειν αὐτά. καταλιπών οὖν
16
ἐκείνους ὑπὲρ τῶν ὀνομάτων σκοπεῖσθαι περὶ τῆς δυνάμεως
17
τοῦ καρποῦ διαλέξομαι.