1
Κεφ. κεʹ.Περὶ μεσπίλων καὶ οὔων.Καὶ
2
τούτων ὁ αὐτὸς λόγος ἐστὶ τῷ προειρημένῳ, στύφει μὲν γὰρ
3
ἄμφω, πολὺ δὲ μᾶλλον οὔων τὰ μέσπιλα· διὸ καὶ συμφορώτατον
4
ἔδεσμά ἐστι ῥεούσῃ γαστρί. ἡδίω δὲ αὐτῶν πρὸς ἐδωδὴν
5
τὰ οὖα· τὴν ἀρχὴν γὰρ οὐδέν τι στρυφνὸν ἔχει τοῖς μεσπίλοις
6
ὁμοίως, ἀλλ’ ἔστιν ὁ κατ’ αὐτὰς χυμὸς αὐστηρὸς
7
ἄνευ τοῦ στρυφνὸς εἶναι. πρόδηλον δ’, ὅτι τῶν τοιούτων
8
ἁπάντων ὀλίγον ἐσθίειν προσήκει, οὐχ, ὡς σύκων ἢ σταφυλῶν,
9
δαψιλῶς· οὐδὲν γὰρ ὡς τροφῆς αὐτῶν, ἀλλ’ ὡς φαρμάκων
10
μᾶλλον δεόμεθα. ταῦτά σοι χρησιμώτερα τοῦ γνῶναι,
11
τὴν προτέραν συλλαβὴν τοῦ τῶν οὔων ὀνόματος ὑπὸ τῶν
12
παλαιῶν Ἀθηναίων διὰ μόνου τοῦ ὁ γράμματος γράφεσθαί
13
τε καὶ λέγεσθαι.