Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


15 Κεφ. κηʹ. Περὶ δολίχων.Τὸ τῶν δολίχων ὄνομα
16 γέγραπται μὲν καὶ παρὰ τῷ Διοκλεῖ μετὰ τῶν ἄλλων,
17 ὅσα τῶν τρεφόντων ἡμᾶς σπερμάτων εἰσὶν ὀνόματα, γέγραπται
18 δὲ κἀν τῷ περὶ διαίτης Ἱπποκράτους, ὑπὲρ οὗ καὶ 6.542
1 πρόσθεν ἤδη διῆλθον. ἡγοῦμαι δ’ αὐτοὺς οὕτως ὀνομάζειν
2 τὸ σπέρμα τοῦ κηπευομένου φυτοῦ, καλουμένου δὲ νῦν ὑπὸ
3 τῶν πολλῶν κατὰ τὸν πληθυντικὸν ἀριθμὸν διττῶς. ἔνιοι
4 μὲν γὰρ λοβοὺς, ἔνιοι δὲ φασηόλους ὀνομάζουσιν αὐτοὺς διὰ
5 τεττάρων συλλαβῶν τὴν φωνὴν προφερόμενοι, καὶ διὰ τοῦτο
6 ποιοῦντες ἕτερον ὄνομα τῶν διὰ τριῶν συλλαβῶν λεγομένου
7 φασήλου. τινὲς δὲ τὸν αὐτὸν εἶναι λέγουσι τὸν φάσηλον
8 τῷ λαθύρῳ, τινὲς δὲ εἶδος αὐτοῦ. τοὺς γε μὴν δολίχους
9 τεκμαίροιτο ἄν τις ὀνομάζεσθαι τὰ κηπευόμενα ταῦτα φυτὰ
10 κἀξ ὧν Θεόφραστος περὶ αὐτῶν εἶπεν ἐν τῷ ὀγδόῳ περὶ
11 φυτῶν ἱστορίας. ἔχει δὲ λέξις ὧδε. καὶ τὰ μέν ἐστιν
12 ὀρθόκαυλα, καθάπερ πυρὸς καὶ κριθή, καὶ ὅλως τὰ σιτώδη
13 καὶ τὰ θερινά· τὰ δὲ πλαγιόκαυλα, οἷον ἐρέβινθος,
14 ὄροβος, φακός· τὰ δὲ ἐπιγειόκαυλα, καθάπερ ὦχρος, πίσσος,
15 λάθυρος. δὲ δόλιχος, ἐὰν παρακαταπήξῃ τις ξύλα
16 μακρὰ, ἀναβαίνει καὶ γίνεται κάρπιμος, εἰ δὲ μὴ, φαῦλος
17 καὶ ἐρημώδης. ἐκ δὲ τοῦ παραπηγνύναι κελεύειν ξύλα μακρὰ
18 καὶ, μὴ γενομένου τούτου, φάσκειν, ἐρημώδεις αὐτοὺς 6.543
1 ἀποτελεῖσθαι, τεκμήραιτ’ ἄν τις, τὸν λύγον αὐτοῦ περὶ τῶν
2 νῦν καλουμένων φασηόλων τε καὶ λοβῶν εἶναι. αὐτὸς δὲ
3 λοβοὺς ὀνομάζει τὰ περιέχοντα τὸ σπέρμα τῶν τοιούτων
4 ὀσπρίων, ὁποῖόν ἐστι φακὸς καὶ ὄροβος, καὶ πισσὸς, καὶ κύαμος,
5 καὶ θέρμος. ὥσπερ γὰρ τὰ σιτηρὰ σπέρματα περιέχουσιν
6 οἱ ἀστάχυες, οὕτω τὰ νῦν εἰρημένα οἱ λοβοὶ, καὶ τοὺς;
7 γε δολίχους καὶ αὐτοὺς οἱ λοβοὶ περιίσχουσι. καὶ κατὰ τοῦτο
8 οἶμαι τὸν ὅλον καρπὸν ὑπὸ τῶν νῦν ἀνθρώπων ὀνομάζεσθαι
9 λοβούς, ὥσπερ ἀστάχυας ὅλους σιτηροὺς καρπούς.
10 ἴσμεν δὲ καὶ ἄλλα πολλὰ τῶν ἐν πολλῇ χρήσει παρὰ τοῖς
11 ἀνθρώποις ὄντων ὅλου τοῦ γένους τοὔνομα σφετερισάμενα,
12 καθάπερ τὸν κάλαμον, γράφομεν, καὶ τὸ μέλαν. ἐν τῷ
13 περὶ διαίτης Ἱπποκράτει οὕτως γέγραπται. οἱ δὲ πισσοὶ
14 φυσῶσι μὲν ἧττον, διαχωροῦσι δὲ μᾶλλον, ὦχροι δὲ καὶ δόλιχοι
15 διαχωρητικώτεροι τούτων, ἧσσον δὲ. φυσώδεις, τροφιμώτεροι
16 δῶ παραβάλλων γὰρ ἐν ταύτῃ τῇ ῥήσει τοὺς πισσοὺς
17 τοῖς κυάμοις, ὑπὲρ ὧν ὡς φυσώδους ἐδέσματος προειρήκει,
18 τοὺς δ’  ὤχρους καὶ δολίχους ἐφεξῆς γράφων, 6.544
1 ἐνδείκνυται τῶν ὁμογενῶν τι τοῖς προειρημένοις σπερμάτων
2 εἶναι τὸν δόλιχον, καὶ μάλιστα τοῖς ὤχροις. ἀλλ’ ἐκ τοῦ
3 μηδ’ ὅλως αὐτὸν μνημονεῦσαι λαθύρων καὶ φασήλων ὑποψία
4 τίς ἐστιν, ὡς ἐκείνων τῶν σπερμάτων τι ἐνδεχόμενον εἴη
5 κεκλῆσθαι δόλιχον. εἰ δὲ καὶ τοὺς φασήλους τις ἐν τῷ
6 γένει τῶν λαθύρων περιλαμβάνει, τῷ γε τοὺς λαθύρους μὴ
7 δύνασθαι λεχθῆναι δολίχους ἐν τῇ προειρημένη ῥήσει, διαφυγεῖν
8 οὐχ οἷόν τε. καὶ Διοκλῆς δ’ ἐν τῷ ὀσπρίων καταλόγῳ
9 κυάμους πρῶτον εἰπὼν, εἶτα πισσοὺς, ἐφεξῆς γράφει
10 κατὰ λέξιν οὕτως. δόλιχοι δὲ τρέφουσι μὲν οὐχ ἥττον τῶν
11 πισσῶν, ἄφυσοι δ’ εἰσὶν παραπλησίως, πρὸς ἡδονὴν δὲ
12 καὶ διαχώρησιν χείρους. ἀλλὰ καὶ οὗτος ἐφεξῆς ὤχρων μὲν
13 καὶ φακῶν, ἐρεβίνθων τε καὶ ὀρόβων μνημονεύσας, παραλιπὼν
14 δὲ τὸ τῶν λαθύρων ὄνομα, τὴν αὐτὴν ἀμφιβολίαν
15 παρέχει. καί τις δύναται λέγειν, ἐν εἶναι γένος ταῦτα
16 πάντα, λαθύρους, ὤχρους, φασήλους, ὀνόμασι πλείοσι κεχρημένα,
17 τάχα μὲν ὡς κίων καὶ στύλος δὲ κατά τινας ἐμφαινομένας 6.545
1 αὐτοῖς διαφοράς. ἀλλὰ τό γε τοὺς δολίχους οὐχ
2 ἧττόν τε τῶν πισσῶν τρέφειν, ἀφύσους τε εἶναι παραπλησίως
3 ἐκείνοις, ἐνδεικτικόν ἐστι τοῦ κεκληκέναι τὸν Διοκλέα
4 τοὺς νῦν ὀνομαζομένους φασηόλους οὕτως. γάρ τοι λάθυρος
5 οὐκ ἐστιν ἀψυχότερος πισσοῦ, καθάπερ οὐδὲ ὦχρος,
6 οὐδὲ φάσηλος, εἴθ’ ἐν γένος ἐστὶν, ὡς ἔφην, εἴτε καὶ
7 διαφοραί τινες ἑνὸς γένους ταῦτα. φιλότιμος δὲ καὶ Πραξαγόρας
8 οὐδενὸς τῶν τοιούτων ἐδεσμάτων ἐμνημόνευσαν,
9 ὅτι μὴ κυάμων τε καὶ πισσῶν μόνων, ὥστε παρά γε τούτων
10 οὐδὲν ἔχομεν εὐπορῆσαι περὶ τοῦ τῶν δολίχων ὀνόματος,
11 ἐφ’ ὅτῳ πράγματι τέτακται. καὶ τοίνυν καλείτω μὲν
12 ἕκαστος, ὡς ἃν θέλῃ, τοὺς νῦν ὑπὸ τῶν πολλῶν ὀνομαζομένους
13 φασηόλους τε καὶ λοβοὺς, ἴστω δὲ τὴν δύναμιν αὐτῶν
14 οὖσαν, οἵαν Διοκλῆς εἶπε περὶ τῶν δολίχων. ἐγγὺς δὲ τῆς
15 γνώμης αὐτῶν καὶ ἐν τῷ περὶ διαίτης Ἱπποκράτης γράψας
16 ἥκει, τοὺς ὤχρους καὶ τοὺς δολίχους διαχωρητικωτέρους
17 μὲν εἶναι τῶν πισσῶν λέγων, ἥττον δὲ φυσώδεις καὶ
18 τροφίμους εἶναι αὐτοὺς μαρτυρεῖ. καὶ γὰρ οὕτως ἔχει, πλὴν 6.546
1 ὅτι σὺν τοῖς λοβοῖς ὅλους ἐσθίουσιν ἔτι χλωρούς ὄντας ι
2 αὐτοὺς οἱ ἄνθρωποι δι’ ἐλαίου καὶ γάρου τοὐπίπαν· ἔνιοι
3 δὲ καὶ οἶνον ἐπιβάλλουσιν. εἰς ἀπόθεσιν δὲ οὐ χρῶνται,
4 καθάπερ τοῖς πισσοῖς· ὑγρότεροι γὰρ ὄντες τὴν φύσιν
5 εἰώθασι διαφθείρεσθαι. τῷ βουλομένῳ δ’ ἀσφαλῶς ἀποθέσθαι
6 καὶ τούτους, ὥσπερ ἐμὸς πατὴρ ἐποίει, ξηραντέον
7 ἐστὶν ἀκριβῶς αὐτοὺς· οὕτως γὰρ ἄσηπτοί τε καὶ ἀδιάφθοροι
8 μένουσιν ὅλῳ χειμῶνι, τὴν αὐτὴν χρείαν τῷ πισσῶ παρεχώμενοι.
9 τῶν φίλων δέ τις ἐν Ῥώμῃ διατρίβων ἔλεγεν, ἐν
10 Καρίᾳ κατὰ τὴν ἑαυτοῦ πατρίδα καλουμένην Κέραμον
11 σπείρεσθαι τοῖς ἄλλοις ὀσπρίοις ὡσαύτως τοὺς δολίχους ἐν
12 ταῖς ἀρούραις, ἔχοντας τό σχῆμα προμηκέστερον λαθύρων.