11
Κεφ. ξζʹ.Περὶ σταφυλίνου καὶ δαύκου καὶ
12
κάρους.Αἱ ῥίζαι καὶ τούτων ἐσθίονται, τροφὴν δ᾿ ἥττονα
13
γογγυλίδων ἔχουσι, καθάπερ γε καὶ τῶν Κυρηναίων ἄρων.
14
θερμαίνουσι δὲ σαφῶς, καί τι καὶ ἀρωματίζον ἐμφαίνουσι.
15
τὸ μὲν οὖν δύσπεπτον αὐταῖς ὁμοίως ὑπάρχει ταῖς ἄλλαις
16
ῥίζαις. οὐρητικὰ δ’ εἰσὶ καὶ, εἰ πλεονάζοι τις αὐτῶν ἐν τῇ
17
χρήσει, κακόχυμα μετρίως. εὐχυμότερός γε μήν ἐστιν ἡ κάρους
18
τοῦ σταφυλίνου. τινὲς δὲ τὸν ἄγριον σταφυλῖνον 6.655
1
ὀνομάζουσι δαῦκον, οὐρητικώτερον μὲν ὄντα, φαρμακωδέστερον
2
δ᾿ ἤδη καὶ πολλῆς ἑψήσεως δεόμενον, εἰ μέλλοι τις
3
ἐσθίειν αὐτόν.