13
Κεφ. μʹ.Περὶ θριδακίνης.Προὔκριναν πολλοὶ
14
τῶν ἰατρῶν τὸ λάχανον τοῦτο τῶν ἄλλων ἁπάντων, ὥσπερ
15
τὰ σῦκα τῆς ὀπώρας· εὐχυμώτερον γάρ ἐστιν αὐτῶν. ὃ δὲ
16
μέμφονταί τινες αὐτοῦ, μέγιστον ἔπαινον ἔχει· καὶ εἴπερ αὐτῷ
17
ὡς ἀληθὲς ἦν, οὐ μόνον λαχάνων, ἀλλὰ καὶ τῶν εὐχυμοτάτων
18
τε καὶ τροφιμωτάτων ἐδεσμάτων οὐδὲν ἂν ἦν δεύτερον, 6.625
1
αἷμα γὰρ αὐτήν φασι γεννᾷν, ἔνιοι δὲ οὐχ ἁπλῶς αἷμα
2
λέγουσιν, ἀλλὰ πολὺ προστιθέασι, πολὺ γεννᾷν αἷμα λέγοντες
3
τὴν θριδακίνην. ἀλλ’ οὗτοι, κᾂν εἰ φρονιμώτερον ἐγκαλοῦσι,
4
μείζονά γε ψεύδονται τῶν ἑτέρων· καίτοι καὶ αὐτὸ τὸ
5
πολὺ γεννᾷν αἷμα λεγόμενον οὐκ ἂν τις εὐλόγως μέμψαιτο.
6
δῆλον γὰρ, ὅτι τὸ τοιοῦτον πάντων ἂν εἴη τῶν ἐδεσμάτων εὐχυμότατον,
7
εἴ γε πλεῖστον μὲν αἷμα, τῶν δ’ ἄλλων χυμῶν
8
οὐδένα γεννᾷν πέφυκεν. εἰ δὲ πλεῖστον ἀθροίζεσθαι φήσουσιν
9
ἐκ τῆς θριδα κίνης καὶ διὰ τοῦτο μέμφοιντο, ῥᾷστον
10
ἐπανορθώσασθαι τὸ ἔγκλημα, δυναμένων γε τῶν ἐσθιόντων
11
αὐτὰς διαπονεῖσθαι μὲν πλείω, προσφέρεσθαι δὲ ὀλίγας.
12
ταῦτα μὲν οὖν ἀπόχρη λήγεσθαι πρὸς τοὺς ψέγοντας οὐκ
13
ὀρθῶς τὸ λάχανα τοῦτο. γινώσκειν δὲ χρὴ, πάντων τῶν λαχάνων
14
ὀλίγιστόν τε καὶ κακόχυμον αἷμα γεννώντων, ἐκ τῆς θριδακίνης
15
οὐ πολὺ μὲν, οὐδὲ κακόχυμον, οὐ μὴν εὔχυμόν γε
16
τελέως αἷμα γίνεσθαι. ἐσθίουσι δὲ αὐτὴν ὡς τὰ πολλὰ
17
μὲν ὠμήν· ὅταν δὲ εἰς σπέρματος γένεσιν ἐξορμᾷν ὑπάρξηται 6.626
1
θέρους ὥρᾳ, προαφεψήσαντες ἐν ὕδατι γλυκεῖ, προσφέρονται
2
δι’ ἐλαίου καὶ γάρου καὶ ἄξους, ἢ διά τινος τῶν ὑποτριμμάτων,
3
καὶ μάλιστα ὅσα διὰ τυροῦ σκευάζονται. χρῶνται δ’
4
αὐτῇ καὶ πρὶν εἰς καυλὸν ὁρμῆσαι πολλοὶ δι’ ὕδατος ἕψοντες,
5
ὥσπερ κᾀγὼ νῦν ἠρξάμην ἀφ’ οὗ τῶν ὀδόντων φαύλως
6
ἔχω. ἰδὼν γάρ τις τῶν ἑταίρων ἐν ἔθει μὲν ὄν μοι ἐκ πολλοῦ
7
τὸ λάχανον, ἐπίπονον δὲ νῦν ἴσχοντα τὴν μάσησιν, εἰσηγήσατο
8
τὴν ἕψησιν. ἐχρώμην δὲ θριδακίναις ἐν νεότητι
9
μὲν ἐκχολουμένης μοι συνεχῶς τῆς ἄνω γαστρὸς ἐμψύξεως
10
ἕνεκεν, ὁπότε δὲ εἰς τὴν καθεστηκυῖαν ἡλικίαν ἧκον, ἄκος ἦν
11
μοι τὸ λάχανον τοῦτο τῆς ἀγρυπνίας, ἔμπαλιν, ἢ ὡς ὅτε μειράκιον
12
ἦν, ἐσπουδακότι περὶ τὸν ὕπνον. εἰθισμένος τε γὰρ
13
ἑκουσίως ἀγρυπνεῖν ἐπὶ νεότητος, ἅμα τε καὶ τῆς τῶν παρακμαζόντων
14
ἡλικίας ἀγρυπνητικῆς οὔσης, ἀκουσίως ἀγρυπνῶν
15
ἐδυσφόρουν, καί μοι μόνον ἀλεξιφάρμακον ἀγρυπνίας ἦν
16
ἑσπέρας ἐσθιομένη θριδακίνη. λέγω δὲ οὐκ ἄλλο τι θριδακίνην,
17
ἢ ὃ πάντες οἱ νῦν ἄνθρωποι καλοῦσιν θρίδακα, ἐπεί τοι 6.627
1
παρ’ ἡμῖν ἕτερόν τι λάχανον ἄγριον ὀνομάζεται θριδακίνη,
2
παρά τε τὰς ὁδοὺς φυόμενον, ἐπί τε τοῖς ὑψηλοῖς τῶν τάφρων,
3
ἔτι τε κατὰ τὰς καλουμένας λιβάδας καὶ πολλὰς τῶν
4
ἀσπόρων χωρῶν. ἔστι δὲ μικρὸν ἐκεῖνο τὸ λάχανον, οἷόν
5
περ ἡ ἄρτι φυομένη θρίδαξ ἡ κηπευομένη, καί τι καὶ βραχὺ
6
πικρότητος ἐμφαίνει, καὶ μᾶλλον ἔτι κατὰ τὴν αὔξησιν, ἐκκαυλῆσαν
7
δὲ καὶ πάνυ σαφῆ τὸν πικρὸν ἔχει χυμόν. ὅμοιον
8
δέ τι λάχανον τῇ θριδακίνῃ τῇδε καὶ ἣν ὀνομάζουσι χονδρίλην
9
ἐστὶ, καὶ θᾶττον εἰς καυλὸν ἐξορμᾷ, πικρότητα σαφεστέραν
10
ἔχων καί τινα γλίσχρον τε καὶ λευκὸν ὀπῶν, οἷός περ ὁ τῶν
11
τιθυμάλλων ἐστὶν, ἀλλ’ οὐ δριμὺς, ὡς ἐκείνοις, ᾧ πρὸς ἀνακόλλησιν
12
ἐνίοτε χρώμεθα τῶν ἐν τοῖς βλεφάροις τριχῶν. ταῦτα
13
μὲν οὖν ἄγρια καλεῖται λάχανα πρὸς διορισμὸν τῶν κηπαίων,
14
εἴρηται δὲ μικρὸν ἔμπροσθεν περὶ αὐτῶν κοινῇ. περὶ δὲ τῆς
15
κηπευομένης θριδακίνης τῆς ἅπασι συνήθως ἐσθιομένης τε καὶ
16
καλουμένης θρίδακος ἐν κεφαλαίῳ πάλιν ἀναλαβὼν ἐρῶ
17
μνήμης ἕνεκεν, ὡς ὑγρὸν μὲν ἔχει τὸν χυμὸν καὶ ψυχρὸν, οὐ 6.628
1
μήν γε καὶ κακόχυμός ἐστι. διὰ τοῦτο οὖν οὐδ’ ἀπεπτεῖται
2
τοῖς ἄλλοις λαχάνοις ὁμοίως, οὐδ’ ἐπέχει τὴν γαστέρα,
3
ὥσπερ οὐδὲ προτρέπει. καὶ ταῦτ’ εἰκότως αὐτῇ συμβέβηκε,
4
μήτ’ αὐστηρόν τι ἐχούσῃ, μήτε στρυφνὸν, ὑφ’ ὧν ἴσχεται
5
τοὐπίπαν ἡ γαστὴρ, ὥσπερ ὑπὸ τῶν ἁλυκῶν τε καὶ δριμέων
6
καὶ ὅλως ῥυπτικὸν ἐχόντων τι προτρέπεται πρὸς ἔκκρισιν,
7
ὧν οὐδ’ αὐτῶν ὑπάρχει τι τῇ θριδακίνῃ.