8
Κεφ. κʹ.Περὶ Ἀρμενιακῶν καὶ πρεκοκκίων.Ἐν
9
τῷ περσικῶν γένει καὶ ταῦτ’ ἐστὶ διαφοράν τινα αὐτῶν ἔχοντα
10
πρὸς τὸ βέλτιον· οὔτε γὰρ ὁμοίως. διαφθείρεται κατὰ τὴν
11
κοιλίαν, οὔτ᾿ ὀξύνεται. φαίνεται δὲ τοῖς πολλοῖς ἡδίω, καὶ
12
διὰ τοῦτο καὶ εὐστομαχώτερα· τούτοις γὰρ τἄλλα ὁμοίως.
13
ἡδέσι δὲ τοῦθ’ ὑπάρχει πᾶσιν, ὥσπερ τοῖς ἀηδέσιν ὑπτιάζειν
14
τε καὶ ἀνατρέπειν τὴν γαστέρα καὶ πρὸς ἔμετον ἐρεθίζειν, ὀρεγομένην
15
ὅτι τάχιστα τὸ λυποῦν ἀποῤῥίψαι. καὶ τοίνυν καὶ
16
ποιεῖ τοῦτο κατὰ τὴν ῥοπὴν τῶν λυπούντων. ὅσα μὲν γὰρ
17
κάτω ῥέπει, ταύτῃ διωθεῖ, τὰ δ’ ἐπιπολάζοντα δι’ ἐμέτων 6.594
1
ἐκβάλλει, ταὐτὸ τοῦτο κᾳπὶ τῶν ἐξ ὅλου τοῦ σώματος
2
εἰς αὐτὴν καταῤῥεόντων μοχθηρῶν χυμῶν ἐργαζομένη. καὶ
3
γὰρ καὶ τούτων ὅσοι μὲν εἰς τὴν ἄνω κοιλίαν συῤῥέουσιν, ἐκκενοῦνται
4
δι’ ἐμέτων, ὅσοι δ’ εἰς τὴν κάτω, διάῤῥοιαν
5
ἐργάζονται. τροφὴ δὲ ὅτι βραχεῖα ταῖς ὀπώραις ἁπάσαις ὑπάρχει,
6
λέλεκται πρόσθεν. ἔστι μὲν οὖν ἀμείνω τὰ πρεκόκκια
7
καλούμενα τῶν Ἀρμενιακῶν. ὅσοι δὲ φεύγουσι τὴν τῶν πρεκοκκίων
8
προσηγορίαν, Ἀρμενιακὰ μῆλα καλοῦσιν ἀμφότερα·
9
τινὲς δὲ Ἀρμένια διὰ τεσσάρων συλλαβῶν, οὐ διὰ πέντε.