Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


4 Κεφ. κβʹ.Ἐπειδὴ δέ τινων ἤκουσα λεγόντων, ὑπέρχεσθαι
5 τὴν κοιλίαν αὐτοῖς ἐπὶ τῇ τῶν στυφόντων ἐδωδῇ, βέλτιον
6 ἐνόμισα καὶ περὶ τούτου διελθεῖν ἐπὶ πλέον ἅπαξ ἐν τῷδε
7 τά τε διὰ τοῦ λόγου καὶ τῆς πείρας ἡμῖν ἐγνωσμένα πολλάκις,
8 ἐπειδή τινος Πρώτα ῥήτορος, ἡμετέρου πολίτου, λέγοντος,
9 ἐπὶ τῇ τῶν αὐστηρῶν ἀπίων τε καὶ μήλων ἐδωδῇ λαπάττεσθαι
10 τὴν κοιλίαν, ἐνόησα τὸ γενόμενον, ἐπαγαγών τε
11 τὴν ἐκ τῆς πείρας βάσανον αὐτῷ, μετὰ ταῦτ’ ἤδη θαῤῥαλεώτερον
12 ἐπ’ ἄλλων ἐπὶ τὴν αὐτὴν πεῖραν ἧκον. ἠξίωσα γὰρ
13 ὁμοδίαιτόν μοι γενέσθαι τὸν ἄνδρα κᾂν μιᾶς ἡμέρας, ὅπως
14 ἴδοιμι, πηνίκα τε καὶ πόσα προσφέρεται τὰ στύφοντα. καὶ κατά
15 γε τὴν πρώτην εὐθέως, ὡς εἴθιστο, διαιτηθῆναι παρεκάλουν
16 αὐτὸν, ὑπαλλάξαντα μηδὲν ὅλως τῶν κατὰ τὴν δίαιταν. δὲ
17 μετὰ τὸ λουτρὸν, ὕδατος οὐ πολὺ προπιών, εἶτα τῆλίν τε
18 καὶ ῥαφανῖδα καὶ ὅσα τοιαῦτα τοῖς πλείστοις εἴθισται προσφέρεσθαι, 6.599
1 πρὶν ἄλλου τινος γεύσασθαι, καὶ αὐτὸς ὁμοίως
2 προσενεγκάμενος, ἐπιπιών δὲ σύμμετρον οἴνου γλυκέος, ἐφεξῆς
3 ἔφαγεν δι’ ἐλαίου καὶ γάρου μαλάχας, μικρὸν ἐχούσας οἴνου,
4 καὶ μετὰ ταῦτα ἰχθύος τι καὶ χοιρείου κρέατος καὶ ὄρνιθος,
5 εἶτα πιών που καὶ δεύτερον, ὀλίγον δὲ διαλιπών ἐπέφαγεν
6 ἀπίους τε αὐστηρούς. κἄπειτα προελθόντων ἡμῶν ἐπὶ
7 τὸ περιπατεῖν, ὀλίγα τε περιπατησάντων, ὑπῆλθεν ἀξιολόγως
8 γαστὴρ αὐτῷ. θεασάμενος οὖν ταῦτα ἐγώ συνεθέμην τῷ
9 φίλῳ, κατὰ τὴν ὑστεραίαν ἐμοὶ πάλιν ἐπιτρέψαι τὰ κατὰ τὴν
10 δίαιταν. ἑτοίμως δὲ πεισθέντι πρώτους ἁπάντων ἔδωκα
11 μετὰ βαλανεῖον ἀπίους φαγεῖν, εἶτα τἄλλα ἐφεξῆς, ὡς εἰώθει.
12 καὶ τούτων οὕτω γεγενημένων, οὐχ ὅπως ἀξιολόγως, ἀλλ’
13 οὐδὲ μετρίως ἀπέκρινεν γαστήρ. ἐθαύμαζεν οὖν εἰκότως τὸ
14 γιγνόμενον, ἤρετό τ’ ἐμὲ τὴν αἰτίαν αὐτοῦ κἀγώ διῆλθον
15 αὐτῷ ταῦτα τὰ νῦν εἰρησόμενα, τοῦ γάρου γὰρ, ἔφην, σὺν
16 τοῖς ἃμ αὐτῷ ληφθεῖσιν ὑπάγειν πεφυκότος τὴν γαστέρα καὶ
17 τοῦτ᾿ἤδη προειργασμένου, τὰ στύφοντα, τελευταῖα ληφθέντα,
18 καὶ μάλιστα τοῖς ἀτόνοις τὸν στόμαχον, αἴτια γίγνονται τῆς 6.600
1 ὑπαγωγῆς, ῥωννύντα τε τὴν γαστέρα  καὶ προτρέποντα
2 διωθεῖσθαι κάτω τὰ περιεχόμενα κατ’ αὐτήν. μᾶλλον δ’
3 ἂν, ἔφην, πεισθείης τοῦτο, λαβὼν ἐπὶ τῆς ὑστεραίας ἀπάντων
4 μὲν πρῶτα τὰ στύφοντα, δεύτερα δ’ ἐπ’ αὐτοῖς τὰ κρεώδη,
5 καὶ πάντων τελευταῖα τὰ δι’ ἐλαίου τε καὶ γάρου προσφερόμενα.
6 μηδαμῶς, εἶπεν, ἐμέσαιμι γὰρ ἂν αὐτίκα, μαλάχας
7 ὑστάτας ἐπιφαγών μετ’ ἐλαίου καὶ γάρου. κάλλιστα, ἔφην,
8 εἶπες, ἀνατρέπει γὰρ ταῦτα τὴν γαστέρα καὶ μάλιστα αὐτῆς
9 τὸ στόμα, τὸ πρὸς ἁπάντων ἤδη συνήθως στόμαχος ὀνομαζόμενον,
10 ἐπιῤῥώννυσι δὲ καὶ τονοῖ τὰ στύφοντα. διὸ κἂν
11 ἄλλος τις χυμὸς αὐτὴν ἀνατρέψῃ, καθάπερ εἴωθεν ἐνίοις ὠχρὰ
12 χολὴ πλεῖον ἀθροισθεῖσα τοῦτο ποιεῖν, γευσάμενός τινος
13 τῶν στυφόντων οὕτως διακείμενος εὐθέως ἐκκρινεῖ κάτω
14 τὸν ἀνιῶντα χυμόν, εἶτα ἔδειξά τινα τῶν νεανίσκων αὐτῷ
15 πρὸ ἡμερῶν ὀλίγων εἰληφότα μὲν ἕνεκα τοῦ καθαρθῆναι σκαμμωνίας
16 ὀπὸν, ἤδη δὲ ὡρῶν γεγονυιῶν ἐπὶ τῇ προσφορᾷ πέντε,
17 καὶ μηδεμιᾶς ἐκκρίσεως ἠκολουθηκυίας, θλίβεσθαι μὲν λέγοντα
18 τὸν στόμαχον, ἐπάρθαι δὲ καὶ βαρύνεσθαι τὴν γαστέρα, 6.601
1 καὶ διὰ τοῦτο ὠχριᾷν τε καὶ ἀπορεῖσθαι, καί μοι κοινώσασθαι
2 τὰ κατέχοντα συμπτώματα αὐτόν. ὅπως οὖν ἰασάμην
3 τὸν ἄνθρωπον, ἄκουσον, ἔφην, αὐτὸν τὸν νεανίσκον. καὶ
4 δὴ καὶ παρέσχον αὐτῷ παρόντα τε καὶ διηγούμενον, ὡς ἐγὼ μὲν
5 ἐκέλευσα μήλου στύφοντος, ῥοᾶς, ἀπίου βραχύ τι φαγεῖν,
6 δ’ ἅμα τῷ καταπιεῖν εὐθέως ἀπηλλάγη τῶν ὀχληρῶν, ἐκκρινάσης
7 ἀθρόως αὐτοῦ πάμπολλα τῆς γαστρός. ἴσθι τοίνυν,
8 ἔφην τῷ ῥήτορι, καὶ σοὶ τοῦτο συμβαῖνον, ὅταν ἐπιφάγῃς τὰ
9 στύφοντα, διὰ τὴν ἀτονίαν τῆς γαστρὸς ὅλης καὶ τοῦ στομάχου.
10 δὲ, καὶ μᾶλλον, εἶπε, τοῦτο ἀληθὲς εἶπες. ἔστι τε
11 γάρ μοι φύσει τοιοῦτος στόμαχος, ἀνατρέπεταί τε ῥᾳδίως
12 ἐπὶ τοῖς τυχοῦσιν, ἐγώ τε τότε μᾶλλον προσφέρομαι τῶν αὐστηρῶν
13 τι μετὰ τὴν τροφὴν, ὅταν αἴσθωμαί ποθ’ ὕπτιον
14 ἱκανῶς αὐτὸν γεγονότα, ἤδη πλησίον ἔχοντα ναυτίας. αὕτη
15 σοι κατὰ τὸν ῥήτορα διήγησις αὐτάρκης εἰς γνῶσιν ἔστω
16 τοῦ λαπάττεσθαι τὴν γαστέρα τοῖς ἄτονον ἔχουσι τὸν στόμαχον,
17 ὅταν ἐπιφάγωσί τι τῶν στυφόντων.

6.602