17
Κεφ. λδʹ.Περὶ καννάβεως σπέρματος.Οὐχ, ὥσπερ
18
αὐτὸ τὸ φυτὸν τῆς καννάβεως ἔοικέ πως τῷ ἄγνῳ, καὶ τὸ 6.550
1
σπέρμα τῷ σπέρματι παραπλήσιόν πώς ἐστιν τὴν δύναμιν,
2
ἀλλ’ ἀποκεχώρηκε πάμπολυ, δύσπεπτόν τε καὶ κακοστόμαχον
3
ὄν, καὶ κεφαλαλγὲς, καὶ κακόγαμον. ὅμως δ’ οὖν καὶ τοῦτό
4
τινες ἐσθίουσιν φρύττοντες ἅμα τοῖς ἄλλοις τραγήμασιν.
5
ὀνομάζω δηλονότι τραγήματα τὰ περὶ τὸ δεῖπνον ἐσθιόμενα
6
τῆς ἐπὶ τῷ πίνειν ἡδονῆς ἕνεκα, θερμαίνει δ’ ἱκανῶς, καὶ
7
διὰ τοῦτο καὶ κεφαλῆς τάττεται βραχεῖ πλεῖον ληφθὲν, ἀτμὸν
8
ἀναπέμπον ἐφ’ αὐτὴν θερμόν τε ἅμα καὶ φαρμακώδη.