1
Κεφ. ιστʹ.Περὶ τῶν τοῦ κέδρου καρπῶν.Κεδρίδας
2
ὀνομάζουσι τὸν τοῦ κέδρου καρπὸν, ὁμοίας μὲν οὔσας
3
ταῖς ἀρκευθίσιν κατά τε χρόαν καὶ σχῆμα, (καὶ γὰρ ὑπόξανθοι
4
καὶ στρογγύλαι,) διαφέρουσι δὲ τῇ δριμύτητι κινδυνεύει
5
γὰρ ἤδη τοῦ γένους τῶν φαρμάκων ὁ καρπὸς οὑτος
6
ὑπάρχειν, οὐδεμίαν τροφὴν τῷ σώματι διδοὺς, πλὴν εἴ
7
τις αὐτὰς ἀποβρέξει ἐν ὕδατι. κοινὸν γὰρ τοῦτο πάντων τῶν
8
δριμέων, ὥστε βραχεῖαν τροφὴν διδόναι τῷ σώματι, τῆς δριμύτητος
9
αὐτῶν ἐκλυθείσης. καὶ μέντοι καὶ σκληρότερός τε
10
καὶ ξηρότερός ἐστιν ὁ τῶν κέδρων καρπὸς τοῦ τῶν ἀρκεύθων,
11
ὥσπερ ἀμέλει καὶ μικρότερος, οὐδὲν τὸ ἀρωματίζον ὁμοίως
12
ἔχων. εὔδηλον οὖν, ὅτι δακνώδης τέ ἐστιν ἱκανῶς τοῦ στομάχου,
13
καὶ κεφαλαλγὴς, εἰ μὴ πάνυ τις ὀλίγον αὐτὸν προσενέγκαιτο.
14