5
Κεφ. δʹ.Περὶ πεπόνων.Ἡ μὲν ὅλη φύσις αὐτῶν
6
ἐστι ψυχροτέρα σὺν ὑγρότητι δαψιλεῖ· ῥυπτικὸν δὲ ἔχουσί
7
τι, διὸ καὶ κινοῦσιν οὖρα, καὶ διεξέρχεται κάτω τῶν τε κολοκυνθῶν
8
καὶ μηλοπεπόνων μᾶλλον. ὅτι δὲ ῥύπτουσιν,
9
ἔνεστί σοι μαθεῖν ἀνατρίψαντι ῥυπαρὸν χρῶτα διὸ κἂν
10
ἔφηλίν τις σχῇ, κἂν φακούς ἐν τῷ προσώπῳ, κἂν ἀλφοὺς
11
ἐπιπολῆς, ἀποῤῥύπτουσι καὶ τούτους. τῆς δ’ οἷον σαρκός
12
αὐτῶν τό σπέρμα ῥύπτει μᾶλλον, ὥστε καὶ πρὸς τοὺς λιθιῶντας
13
ἁρμόττειν νεφρούς, μοχθηρὸν δ’ ἐργάζεται χυμὸν
14
ἐν τῷ σώματι, καὶ μᾶλλον ὅταν μὴ καλῶς πεφθῇ. τηνικαῦτα
15
δὲ καὶ χολερικοὺς ἀποτελεῖν εἴωθεν. καὶ γὰρ καὶ πρὶν
16
διαφθαρῆναι, πρὸς ἔμετον ἐπιτήδειός ἐστι, καὶ πλέον
17
γε βρωθεὶς, ἐὰν μή τις αὐτῷ τι τῶν εὐχύμων ἐπιφάγῃ 6.565
1
ἐδεσμάτων, κινήσει πάντως ἔμετον. πρόδηλον δ’ ὅτι κᾀπὶ
2
τούτου τοῦ καρποῦ τὴν προσηγορίαν οἱ ἄνθρωποι πεποίηνται,
3
καθάπερ ἐπὶ τοῦ γραφικοῦ μέλανος, ἢ γάρ τοι πέπων
4
φωνὴ τὸ οἷον πέπανον ἐνδείκνυται, τουτέστι τό πεπεμμένον,
5
ὅπερ ὑπάρχει καὶ τοῖς ἄλλοις, ὅσα πεπαίνεται. καὶ γὰρ ὁ
6
βότρυς δύναται λέγεσθαι πέπων, ὅταν ἀκριβῶς γένηται πέπειρος,
7
ὥσπερ γε καὶ ὁ μηδέπω τοιοῦτος οὐ πέπων ἂν
8
ὀνομάζοιτο, ὠμός τε καὶ ἄωρος ὧν, αἷ τε ὀπῶραι πᾶσαι
9
κατὰ τὸν αὐτόν λόγον, οἵ τε ἄπιοι καὶ κολοκύνθαι καλοῦνται
10
συνήθως πέπειροι, καθάπερ ὁ μηλοπέπων ἐν ἑαυτῷ
11
περιλαβὼν τὸν πέπονα ἔχειν ὅθεν ἔνιοι τῶν ἰατρῶν οὐδὲ
12
ἁπλῶς ἠξίωσαν ὀνομάζειν τοὺς πέπονας, ἀλλ’ ὅλον τοῦτό
13
φασιν χρῆναι λέγεσθαι σικυοπέπων. ἡμεῖς δ᾿ἐν τῷ παρόντι
14
λόγῳ τῶν τοιούτων οὐ φροντίζομεν, ὡς ἂν οὐδὲν εἰς ἰατρικὰ
15
κἤν συντελούντων. ἄμεινον γὰρ μακρῷ τὸ σαφῶς ἑρμηνεύειν
16
ἐστὶ τοῦ μετὰ περιεργίας τοιαύτης ἀσαφῆ τὴν διδασκαλίαν 6.566
1
ἐργάζεσθαι· σαφηνείας δὲ μάλιστα τυχεῖν ἔστι τὰ συνηθέστατα
2
τοῖς πολλοῖς ὀνόματα ἐκλέγοντα μετὰ τοῦ φυλάττειν
3
αὐτοῖς τὰ σημαινόμενα.