17
Κεφ. κβʹ.Περὶ ἐρεβίνθωνἜτνος μὲν οὐ πάνυ τι δι’ ἔθους
18
ἐστὶ τοῖς κατὰ τὰς πόλεις ἀνθρώποις ἐξ ἐρεβίνθων ποιεῖσθαι, 6.533
1
κατὰ τοὺς ἀγροὺς δὲ καὶ τοῦτ’ εἶδον ἐνίοτε γιγνόμενον, ὥσπερ
2
καὶ μετὰ γάλακτος ἑψόμενον αὐτῶν τὸ ἄλευρον. οὐδὲ γὰρ
3
ἐπιδέχονται τὴν αὐτὴν τοῖς κυάμοις τε καὶ πεσσοῖς θραῦσιν,
4
ὡς τὸν καλούμενον ἐρειγμὸν ἐξ αὐτῶν γενέσθαι. εἰθισμένοι
5
δέ εἰσιν ἐν πολλοῖς ἔθνεσιν ἑψηθέντας ἐν ὕδατι τοὺς ἐρεβίνθους
6
ἐσθίειν, ἔνιοι μὲν αὐτοὺς μόνους ψιλοὺς, ἔνιοι δὲ
7
ἁλσὶ μετρίως ἡδύνοντες. οἱ παρ’ ἡμῖν δὲ παραπλήσιον ἀλεύρῳ
8
τι ποιοῦντες ἐκ τῶν ξηρῶν τυρῶν ἐκείνῳ περιπάττουσιν
9
αὐτοὺς. ἔστι δ’ οὐχ ἧττον κυάμων ἔδεσμα φυσῶδες ἐρέβινθος,
10
ἰσχυρότερον δὲ ἐκείνων τρέφων, ἐπεγείρει δὲ καὶ τὰς
11
πρὸς συνουσίας ὁρμὰς, πεπιστευμένος ἅμα τῷδε καὶ σπέρματος
12
εἶναι γεννητικός· ὥστε καὶ τοῖς ὀχευταῖς ἵπποις
13
ἐσθίειν αὐτοὺς ἕνεκα τούτου διδόασιν. ὑπάρχει δὲ καὶ
14
ῥυπτικὴ δύναμις αὐτοῖς ἐπὶ πλέον, ἤ τοῖς κυάμοις. ὥστε
15
τινὲς ἐξ αὐτῶν καὶ τοὺς ἐν. νεφροῖς συνισταμένους λίθους
16
ἐναργῶς θρύπτουσιν. μέλανες δ’ εἰσὶν οὗτοι καὶ μικροὶ
17
κατὰ Βιθυνίαν μάλιστα γεννώμενοι, καὶ καλούμενοι κριοί.
18
βέλτιον δὲ τὸν χυλὸν αὐτῶν μόνον πίνειν ἕψοντας ἐν
19
ὕδατι. χρῶνται δὲ καὶ ἐρεβίνθοις οἱ ἄνθρωποι καὶ πρὸ 6.534
1
τοῦ πεπανθῆναι χλωροῖς ἔτι, καθάπερ καὶ τοῖς κυάμοις.
2
εἴρηται δ’ ἀρτίως ὁ κοινὸς λόγος πάντων τῶν ἀτελῶν καρπῶν,
3
ἔνθα περὶ τῶν κυάμων ὁ λόγος ἦν. ὡσαύτως καὶ
4
περὶ τῶν φρυγομένων ἐρεβίνθων ἀκηκοέναι νόμιζε σύν τοῖς
5
εἰρημένοις ἐπὶ τῶν κυάμων. ἅπαντα γὰρ τὰ φρυγόμενα τὸ
6
μὲν φυσῶδες ἀποτίθεται, δυσπεπτότερα δὲ καὶ σταλτικώτερα
7
γίνεται, καὶ τροφὴν παχυτέραν δίδωσι τῷ σώματι.