4
Κεφ. ξηʹ.Περὶ ὕδνων.Ἐν ῥίζαις ἢ βολβοῖς ἀριθμεῖν
5
ἀναγκαῖον ἐστι καὶ ταῦτα, μηδεμίαν ἔχοντα σαφῆ ποιότητα.
6
χρῶνται τοιγαροῦν αὐτοῖς οἱ χρώμενοι πρὸς ὑποδοχὴν
7
ἀρτυμάτων, ὥσπερ καὶ τοῖς ἄλλοις, ὅσα καλοῦσιν ἄποια
8
καὶ ἀβλαβῆ καὶ ὑδατώδη κατὰ τὴν γεῦσιν. ἔστι δ’ ἁπάντων
9
αὐτῶν κοινὸν, ὡς μηδὲ τὴν ἀναδιδομένην εἰς τὸ σῶμα τροφὴν
10
ἐξαίρετόν τινα δύναμιν ἔχειν, ἀλλ’ ὑπόψυχρον μὲν εἶναι, τῷ
11
πάχει δ’, ὁποῖον ἄν τι καὶ αὐτὸ τὸ ἐδηδεσμένον ᾖ, παχύτερον
12
μὲν τὸ ἐξ ὕδνων, ὑγρότερον δὲ καὶ λεπτότερον ἐκ κολοκύνθης,
13
ἐπί τε τῶν ἄλλων ἀνάλογον.