6
Κεφ. στʹ.Περὶ ἀδένων.Τοσοῦτον ἀποκεχώρηκεν
7
ἡ τῶν ἀδένων οὐσία τῆς κατὰ τὴν γλῶτταν, ὅσον ἐκείνη τῶν
8
σαρκῶν. οὐ μὴν ἴσον γε πάντες ἀκριβῶς διεστήκασιν,
9
ἀλλ’ οἱ μὲν παρακείμενοι καὶ ψαύοντες αὐτῆς ὅμοιοί πώς
10
εἰσι τοῖς κατὰ τοὺς τιτθοὺς, ὅταν γε μήπω μεστοὶ γάλακτος
11
ὦσιν. οὐ γὰρ διὰ παντὸς ἐργάζονται τὸ σφέτερον ἔργον οἱ
12
κατὰ τοὺς τιτθοὺς ἀδένες, ὥσπερ οἵ τ’ ἄλλοι σχεδὸν ἅπαντες,
13
οἵ τε τῆς γλώττης. οἱ μὲν γὰρ ταύτης εἰς σιάλου γένεσιν ὑπὸ
14
τῆς φύσεως παρεσκευάσθησαν, οἱ δὲ ἐν τοῖς τιτθοῖς ἀραιοὶ
15
μὲν γίνονται καὶ χαῦνοι καὶ γάλακτος πλήρεις ἐπὶ ταῖς κυήσεσιν,
16
ἐν ᾧ δὲ οὐκ ἔχουσι χρόνῳ τὸ γάλα, συστέλλονταί τε
17
καὶ πυκνοῦνται, διαφέροντες ἀλλήλων τοιαύτην διαφορὰν,
18
οἵαν οἱ διάβροχοι σπόγγοι τῶν ἐσκελετευμένων· οὕτω γὰρ 6.674
1
ὀνομάζουσιν ὧν ἂν ἐκθλίψαντες ἅπασαν τὴν ὑγρότητα
2
σφίγγωσί τε καὶ συνάγωσιν ὅλον τῶ σῶμα, δεσμοὺς περιβάλλοντες.
3
εἰσὶ δὲ καὶ κατὰ τὴν φάρυγγα καὶ λάρυγγα τοιοῦτοί
4
τινες ἀδένες, ὥσπερ κᾀν τῷ μεσεντερίῳ, ἀλλ’ οὗτοι μὲν σμικροὶ
5
καὶ διὰ τοῦτο τοὺς πολλοὺς λανθάνουσιν, οἱ δὲ κατὰ
6
τὰ παρίσθμια καὶ τὸν λάρυγγα σαφεῖς τέ εἰσι καὶ μεγάλοι.
7
καὶ ἄλλοι δὲ κατὰ πολλὰ μέρη τοῦ σώματος ἀδένες εἰσὶ σμικροὶ,
8
σχίσεις ἀγγείων στηρίζοντες. οὐ σμικρὸς δ’ ἀδήν ἐστιν
9
οὐδ’ ὁ καλούμενος θύμος, ἀλλὰ καὶ πάνυ μέγιστος ἐπὶ τῶν
10
νεογενῶν ζώων, αὐξανομένων δὲ μικρότερος γίνεται. πάντων
11
δ’ οὖν αὐτῶν κοινὸν, ἡδεῖς τε καὶ ψαθύρους φαίνεσθαι
12
κατὰ τὴν ἐδωδήν· οἱ δ’ ἐν τοῖς τιτθοῖς, ὅταν ἔχωσι γάλα, καὶ
13
τῆς ἐκείνου τι γλυκύτητος ἐμφαίνουσι. καὶ διὰ τοῦτο περισπούδαστόν
14
ἐστι τοῖς λίχνοις ἔδεσμα πλήρεις γάλακτος οἱ
15
ἀδένες οὗτοι γενόμενοι, καὶ μάλιστα οἱ ἀπὸ τῶν ὑῶν. ἡ δὲ ἐξ
16
αὐτῶν τροφὴ, καλῶς μὲν πεφθέντων ἐν γαστρὶ, ἐγγὺς μὲν
17
τῇ κατὰ τὰς σάρκας ἐστὶν, ἐλλιπέστερον δὲ κατεργασθέντων,
18
τὸν ὠμὸν ἢ τὸν φλεγματώδη χυμὸν γεννᾷ, τῶν μὲν ὑγροτέρων 6.675
1
ἀδένων τὸν φλεγματώδη, τῶν δὲ σκληροτέρων τὸν
2
ὠμὸν, ὑπὲρ οὗ ἔμπροσθεν εἴρηται. ὄντες δ᾿ἐκ τοῦ γένους
3
τῶν ἀδένων οἱ ὄρχεις οὐχ ὁμοίως εἰσὶν εὔχυμοι τοῖς κατὰ
4
τοὺς τιτθοὺς, ἀλλά τι καὶ βρωμῶδες ἔχουσιν, ἐνδεικνύμενοι
5
τὴν τοῦ σπέρματος, ὃ γεννῶσι, φύσιν, ὥσπερ οἱ νεφροὶ τὴν τοῦ
6
οὔρου. καὶ μέντοι καὶ πεφθῆναι πολὺ χείρους εἰσὶν, οἵ γε
7
τῶν πεζῶν ζώων· οἱ γὰρ τῶν σιτευθέντων ἀλεκτρυόνων ἥδιστοί
8
τε ὑπάρχουσι καὶ τὴν τροφὴν χρηστὴν τῷ σώματι διδόασι.
9
καὶ οἱ παρακείμενοι δὲ τῷ τραχήλῳ τῆς κύστεως ἀδένες
10
ἐγγύς τι τῶν ὄρχεών εἰσι τὴν φύσιν. ἔνιοι δὲ ἐν τοῖς ἀδέσι
11
καὶ τοὺς νεφροὺς ἀριθμοῦσιν· ἔχειν γὰρ ἀδενῶδές τι καὶ οὗτοι
12
δοκοῦσιν αὐτοῖς. κακόχυμοι δέ εἰσιν ἱκανῶς καὶ δύσπεπτοι,
13
καθάπερ οἱ τῶν ἐπὶ πλέον ηὐξημένων ζώων ὄρχεις,
14
ὅταν ἐκτέμνοντες αὐτοὺς ἐσθίωσιν· ἀμείνους γὰρ οἱ τῶν
15
νεωτέρων εἰσίν. οἱ δὲ τῶν ταύρων καὶ τράγων καὶ κριῶν
16
ἀηδεῖς καὶ δύσπεπτοι καὶ κακόχυμοι.