11
Κεφ. θʹ.Περὶ σταφυλῶν.Σῦκα καὶ σταφυλαὶ
12
τῆς ὀπώρας ὥσπερ κεφάλαιόν εἰσι, καὶ τρέφουσι μᾶλλον
13
ἁπάντων τῶν ὡραίων ταῦτα, καὶ ἥκιστα κακόχυμα, καὶ μάλισθ’
14
ὅταν ἀκριβῶς ᾖ πέπειρα. τοῦ μὲν οὖν τρέφειν αὐτὰ
15
μέγιστον σημεῖον οἱ φυλάττοντες τὸν καρπὸν τῶν ἀμπέλων,
16
ἐσθίοντες μὲν ἐν δύο μησὶν οἷς φυλάττουσιν μόνα διαπαντὸς
17
τὰ σῦκα μετὰ τῶν σταφυλῶν, ἤ που καὶ βραχύ τι 6.574
1
παρεντιθέντες ἄρτου, πιαινόμενοι δὲ ἱκανῶς. οὐ μὴν ἰσχυρά
2
γε καὶ πυκνὴ ἢ σάρξ ἐστιν ἡ ἐξ αὐτῶν γινομένη, καθάπερ
3
ἡ ἐκ τῶν κρεῶν, ἀλλὰ καὶ χαύνη καὶ πλαδαρὰ, διὸ καὶ
4
ταχέως προστέλλεται, παυσαμένης τῆς ἐδωδῆς. ἧττον δὲ τῶν
5
σύκων αἱ σταφυλαὶ τρέφουσιν, καὶ μέγιστον ἀγαθόν αὐταῖς
6
ὑπάρχει τό ταχέως ὑπέρχεσθαι. διὸ κἂν ἐπισχεθῶσί ποτε,
7
βλάπτουσιν ἱκανῶς, οὐκ ἐχόντων τοῦτο τῶν πεπείρων σύκων.
8
εἰ γὰρ καὶ μὴ διαχωροῦσιν ἀξιολόγως, πεφθείη δ’ ἐν τῇ
9
γαστρὶ καλῶς, ἀβλαβῆ δίδωσι τροφὴν τῷ σώματι. ταῖς
10
σταφυλαῖς δὲ οὐδέτερον ὑπάρχει τούτων, οὔτε γὰρ πέττονται
11
καλῶς, ὅταν ἐπισχεθῶσιν, καὶ κατὰ τὴν εἰς ἧπάρ τε καὶ
12
φλέβας ἀνάδοσιν ὠμόν γεννῶσι χυμόν, οὐ ῥᾳδίως εἰς αἷμα
13
μεταβαλλόμενον. ἡ γάρ τοι τῶν ῥαγῶν οὐσία σύνθετός
14
ἐστιν ἔκ τε τῆς σίον σαρκὸς αὐτῶν καὶ τῆς παρεσπαρμένης
15
καθ᾿αὐτὴν ὑγρότητος, ἐξ ἧς ὁ οἶνος γίγνεται, καὶ πρὸς
16
τούτοις ἔτι γιγάρτων τε καὶ τοῦ ταῦτα πάντα περιέχοντος
17
ἔξωθεν ὑμενώδους σκεπάσματος. ἀλλ’ ἡ μὲν τῶν γιγάρτων 6.575
1
οὐσία ξηρὰ καὶ στύφουσά πώς ἐστι, διεξέρχεταί τε τὰ ἔντερα
2
πάντα κατὰ μηδὲν ἑαυτῆς αἰσθητῶς ἀλλοιουμένη, παραπλησίως
3
ταῖς ἐν τοῖς σύκοις κεγχραμίσιν. ἀνάλογον γὰρ ἑκάτερον
4
ἑκατέρῳ τῶν καρπῶν ἐστι, σπέρμα μὲν ὑπάρχον ὅλου τοῦ
5
φυτοῦ, διεξιὸν δὲ ἀναλλοίωτόν τε καὶ ἀχύλωτον καὶ ἀμετάβλητον.
6
ἀναλογία δ’ ἐστὶ καὶ τοῖς περιέχουσιν ἑκάτερον
7
τὸν καρπὸν σκεπάσμασι, τοιαύτην χρείαν παρεχομένοις αὐτοῖς,
8
οἴαν τοῖς ζώοις τὸ δέρμα. βραχεῖα δὲ καὶ ἡ τοῦδε μεταβολὴ
9
γίνεται κατὰ τὴν γαστέρα, καί τινες ὡς ἄχρηστον ἀποπτύουσιν
10
μυζήσαντες αὐτὸ καὶ ἅπαν τὸ ἔνδον ἅμα τοῖς γιγάρτοις.
11
ἔνιοι δὲ καὶ ταῦτ’ ἐκπτύειν πειρῶνται, καὶ μάλισθ’ ὅταν αἱ
12
ῥᾶγες ὦσι μεγάλαι· δύσκολον γὰρ ἐν ταῖς μικραῖς αὐτὸ
13
πράττειν. εὔδηλον δὲ ὅτι μᾶλλον ἤ γαστὴρ ὑπέρχεται, μάνης
14
τῆς σαρκὸς τῶν ῥαγῶν ἅμα τῷ χυλῷ καταποθείσης
15
ἄνευ τῶν γιγάρτων καὶ τοῦ περικειμένου χιτῶνος ἔξωθεν, ἔτι
16
δὲ μᾶλλον, ὅταν αὐτὸς μόνος ὁ χυλός ἐκθλιβεὶς καταποθῇ,
17
(καλοῦσι δ’ αὐτὸν οἱ ἄνθρωποι γλεῦκος,) ἐμπιπλῶν τι φύσης 6.576
1
τὴν κοιλίαν, εἰ μὴ διεξέλθοι ταχέως. γίνεται μὲν οὖν τις
2
κὰκ τούτου τροφὴ τῷ σώματι, πλείων δὲ ἐκ τῆς σαρκώδους
3
οὐσίας, καὶ διὰ τοῦτό τινες μὲν σταφυλῶν τρέφουσι μᾶλλον
4
ἢ διαχωροῦνται, τινὲς δὲ διαχωροῦνται μᾶλλον, ἢ τρέφουσιν.
5
ὧν μὲν ἂν οὖν ὁ χυλὸς ὀλίγος ἢ, τρέφουσι μᾶλλον, ὧν δὲ
6
πλείων, ἧττον μὲν τρέφουσιν, ὑπέρχονται δὲ μᾶλλον. ὀνομάζουσι
7
δὲ εὐγενεῖς τὰς τοιαύτας σταφυλὰς, ἐν αἷς αἱ ῥᾶγες
8
ὀλίγην μὲν ἔχουσι τὴν ὑγρὰν οὐσίαν, οὐκ ὀλίγην δὲ τὴν
9
στερεωτέραν, ἤν ὥσπερ σάρκα τῆς ῥαγὸς ἔφην εἶναι. καὶ
10
χρῶνταί γε κατὰ τὸν τῆς ὀπώρας καιρὸν ἀποτιθέμενοι πολυειδῶς.
11
καὶ γὰρ εἰς γλεῦκος ἐμβάλλουσιν αὐτὰς, καὶ χύτρας
12
καινὰς πληροῦντες ἐναποτίθενται τοῖς στεμφύλοις.
13
καλῶ δὲ στέμφυλα τὰ στερεὰ λείψανα τῆς σταφυλῆς,
14
ἐπειδὰν ἐν τοῖς ληνοῖς ἐκθλιβῇ πᾶς ὁ χυλὸς αὐτῶν. ἃ καὶ
15
αὐτὰ συντιθέασιν ἐν πίθοις οἱ ἄνθρωποι, σφίγγοντές τε καὶ
16
πιλοῦντες ἰσχυρῶς, ὀνομάζοντές τε τρύγα αὐτὸ τοῦτο, ὅπερ
17
ἐγὼ στέμφυλον ἐκάλεσα. τὴν δὲ τοῦ στεμφύλου προσηγορίαν
18
ἐπιφέρουσιν αὖ τῷ τῶν κλημάτων ἐκπεφυκότι ῥιζώματι τῶν 6.577
1
ῥαγῶν. τοῦτον ἡμεῖς βότρυχον καλοῦμεν, ὅθεν ἐξήρτηνται αἱ
2
ῥαγάδες. εἰς ταύτην οὖν τὴν τρύγα τὰς καινὰς χύτρας πλήρεις
3
τῶν σταφυλῶν ἐντιθέασι, πώμασι στεγνοῦντες ἀκριβῶς, ὡς
4
μηδαμόθι παραπνεῖσθαι, καὶ καθ’ ὃ συμβάλλει γε τὸ πῶμά τῇ
5
χύτρᾳ, πίτταν ἐπαναλύουσιν, ἁπάσας τὰς διαπνοὰς ἐμφράττοντες.
6
εἶναι δὲ χρὴ καὶ τὴν χύτραν αὐτὴν ἐξ εὐώδους τε
7
πηλοῦ καὶ τελέως ὠπτημένου. τονωτικὴ μὲν οὖν ἐκλύτου
8
γαστρὸς ἡ τοιαύτη σταφυλὴ, καὶ τοὺς ἀνορέκτους ἐπεγείρει
9
πρὸς ἐδωδὴν σιτίων, οὐ μῆν ὑπέρχεταί γε κατὰ γαστέρα, καῖ,
10
εἰ πλείων βρωθείη, κεφαλῆς ἅπτεται ταύτης δ’ ἔτι μᾶλλόν
11
ἐστι κεφαλαλγὴς, ἣν ἀποτίθενται κατὰ τοῦ γλεύκους. ἡ μέντοι
12
κρεμασθεῖσα κεφαλὴν οὐδ’ ὅλως βλάπτει, γαστέρα δὲ οὔτ’ ἐπέχειν,
13
οὔτ’ ἐπιτρέπειν εἰς διαχώρησιν πέφυκεν. ὡσαύτως δ’
14
ἔχει καὶ πρὸς τὴν ὄρεξιν, οὔτ’ ἐπεγείρουσα τὴν ἄῤῥωστον, οὔτ’
15
ἐκλύουσα τὴν εὔρωστον. εὐπεπτοτέρα δ’ ἐστὶ τῶν ἄλλων σταφυλῶν,
16
ἤν ἐν γλεύκει καὶ στεμφύλοις ἔφην ἀποτίθεσθαι
17
τοὺς ἀνθρώπους ὅλον τὸν ἑξῆς ἐνιαυτὸν ἄχρι τοῦ δευτέρου
18
τρυγητοῦ. αἱ κρεμασθεῖσαι δ’ αὐτῶν, ὅταν ξηρανθῶσιν, ἄχρηστοι 6.578
1
γίνονται, τινες μὲν κατὰ τὸ ἔαρ εὐθέως, ἐν γοῦν τῷ
2
θέρει πάντως. οὐ σμικρὰ δὲ διαφορὰ τῶν σταφυλῶν ἐστι
3
καὶ κατὰ τὸ γλυκείας, ἢ ὀξείας, ἢ αὐστηρὰς εἶναι, ἢ μηδεμίαν
4
ἐχούσας σφοδρὰν ποιότητα· καλοῦσι δ’ αὐτὰς οἰνώδεις.
5
αἱ μὲν οὖν γλυκεῖαι θερμότερον ἔχουσι τὸν χυλὸν, διὸ καὶ
6
διψώδεις εἰσὶν, αἱ δ’ αὐστηραὶ καὶ ὀξεῖαι ψυχρότερον, αἱ δ’
7
οἰνώδεις ἐν τῷ μέσῳ θερμοῦ καὶ ψυχροῦ. γαστέρα δ’ ὑπάγουσιν
8
αἱ γλυκεῖαι, καὶ μάλισθ’ ὅταν ὦσιν ὑγραί· μοχθηραὶ
9
δ’ οὐκ εἰς τοῦτο μόνον, ἀλλὰ καὶ πρὸς τὴν ἐν γαστρὶ πέψιν
10
ἀνάδοσίν τε καὶ θρέψιν αἵ τ’ ὀξεῖαι καὶ αὐστηραὶ σταφυλαί.
11
αἱ μὲν οὖν ὀξεῖαι, κᾂν ἀκριβῶς ἐπὶ τῆς ἀμπέλου πεπανθεῖσαι
12
κρεμασθῶσιν, οὐδ’ οὕτως γίγνονται γλυκεῖαι, τῶν δ’ αὐστηρῶν
13
ἔνιαι μεταβάλλουσιν εἰς τὸ γλυκύτερον ἐπὶ πλέον
14
κρεμασθεῖσαι. ταῖς στρυφναῖς δὲ, καθάπερ καὶ ταῖς ὀξείαις,
15
οὐδ’ ἂν ἐπὶ πλεῖον κρεμασθῶσιν, τὴν εἰς γλυκύτητα μεταβολὴν
16
οἷόν τε ἔχειν διὸ καὶ φυλάττε σθαι τὴν ἐδωδὴν
17
αὐτῶν ἀεὶ προσήκει. πασῶν μὲν σύν ἀσφαλεστάτη χρῆσις 6.579
1
ἐστιν, ὅταν σαρκώδεις ὦσιν αἰ σταφυλαὶ φύσει πέπειραί τε,
2
τῶν δ’ αὐτῶν τις ἐσθίῃ συμμέτρως, εἴτ’ οὖν ἐπὶ τῶν ἀμπέλων
3
ἐπὶ πλεῖστον πεπανθεισῶν, εἴτε καὶ τὸ λεῖπον ἐκ τοῦ κρέμασθαι
4
προσλαβουσῶν. ἐφεξῆς δὲ τῶν κρεμασθεισῶν τὰς ἄνευ
5
ποιότητος αὐστηρὰς ἢ ὀξείας ἕνεκεν ὑπαγωγῆς γαστρὸς ἐγχωρεῖ
6
δαψιλῶς ἐσθίειν. ἔνιοι δὲ καὶ γλεῦκος πίνουσι τῆς αὐτῆς
7
χρείας ἕνεκα, καὶ μάλιστα τὸ γλυκύτατον· ὑπακτικώτατον γὰρ
8
τοῦτο, τὸ δ’ ἐξ αὐστηρῶν ἤ ὀξειῶν σταφυλῶν φαυλότατ
9
τὸν εἰς πάντα. ἐγώ μὲν οὖν τοῖς ὀνόμασιν οὕτως ἐχρησάμην,
10
ὡς οἱ νῦν ἄνθρωποι χρῶνται, βέλτιον ἡγούμενος εἶναι διδάξαι
11
σαφῶς τὰ πράγματα τοῦ παλαιῶς Ἀττικίζειν. οἷς δὲ
12
τοῦτο τιμιώτερόν ἐστι τῆς σαφοῦς διδασκαλίας, βρύτια μὲν
13
ὀνομάζουσι τὰ τῶν στερεῶν σταφυλῶν στερεὰ μόρια, τοῦ γλεύκους
14
ἐκθλιβέντος, στέμφυλα δὲ τὰ τῶν ἐλαιῶν, ὅταν ἐκθλιβῇ
15
τοὔλαιον· τό γε μὴν ὑφιστάμενον τοῖς οἴνοις παχὺ οἱ
16
πολλοὶ τῶν Ἀττικιζόντων ὀνομάζουσι τρύγαν ὥστ’
17
οὐδ’ ὁμωνυμία τίς ἐστιν παρ’ αὐτοῖς, ὥσπερ παρὰ τοῖς ἄλλοις
18
ἀνθρώποις, ὅσοι καὶ τὰ βρύτια τρύγα καλοῦσι καὶ μὴν 6.580
1
καὶ τρίτον τι σημαινόμενόν ἐστι τοῦ τῆς τρυγὸς ὀνόματος ἐν
2
ἔθει τοῖς νῦν Ἕλλησι. τὸ γάρ τοι τῶν βρυτίων ἀπόβρεγμα
3
τρύγα καλοῦσιν, ὅπερ αὖ πάλιν οἱ Ἀττικίζοντες ὀνομάζουσι
4
δευτερίαν. στεμφυλίτης οὗτος παρ’ ἡμῖν καλεῖται. ἐμβάλλοντες
5
γὰρ εἰς πιθάκνας μικρὰς τὰ βρύτια, προσεπιχέουσιν ὕδωρ,
6
ὡς διαβρόχους ἁπάσας γενέσθαι, κἀπειδὰν ἱκανῶς τοῦτο πεπρᾶχθαι
7
δοκῇ, τὸ παρὰ τὸν πυθμένα τρῆμα τῆς πιθάκνης
8
ἀνοιγνύουσιν, ὡς ἐκρυῆναι τὸ ἀπόβρεγμα, καὶ πίνουσιν ἀντὶ
9
οἴνου τοῦτο. πρόδηλον δὲ, ὅτι κατὰ τὴν τῶν βρυτίων ποσότητα
10
καὶ τὸ ὕδωρ ἐπιχέουσιν ἐξ ἐμπειρίας, ὡς μήθ’ ὑδαρῆ
11
πάνυ, μήτε ἄκρατον γενέσθαι τὴν δευτερίαν. εἶτα πάλιν ἕτερον
12
ὕδωρ ἐπιχέουσι τοῖς βρυτίοις, ἔλαττον τοῦ προτέρου, ὥ στε
13
καὶ τοῦτο γενέσθαι σύμμετρον εἰς πόσιν, ὅπερ ἀξιοῦσιν
14
ἔνιοι τῶν Ἀττικιζόντων ὀνομάζεσθαι δευτερίαν ἰδίως, οὐχ ὡς
15
τὸ πρότερον. ἔστι δὲ κεφαλαλγὲς μὲν ἑκάτερον, εἰ μή τι
16
ὑδατωδέστερον αὐτὸ πίνοι, μᾶλλον δὲ τὸ πρότερον ἅπτεται
17
τῆς κεφαλῆς. ἀγαθὸν δ’ ἐνυπάρχει τῷ τοιούτῳ πόματι τὸ
18
ταχέως οὐρεῖσθαι, διαφορὰς οὐκ ὀλίγης ἐν αὐτῷ γινομένης 6.581
1
παρὰ τὸ τῶν σταφυλῶν εἶδος, ἐξ ὧν ἐστι τὰ βρύτια. γλυκειῶν
2
μὲν γὰρ οὐσῶν αὐτῶν ἥδιον τε πολλῷ γίνεται τὸ πόμα
3
καὶ θᾶττον οὐρεῖται, στρυφνῶν δὲ καὶ ὀξειῶν ἀηδέστερόν τε
4
μακρῷ καὶ ἥττον οὐρητικόν. ἰσχυρότερον δὲ τὸ ἀπόβρεγμα
5
τοῦτο γίνεται καὶ μᾶλλον οἰνῶδες, ὅταν εἰς τὸ ἔαρ ἢ καὶ τὸ
6
θέρος ἡ τρὺξ φυλαχθῇ· κατὰ δὲ τὸν χειμῶνα χρωμένων, ὥσπερ
7
ἧττον ἅπτεται κεφαλῆς, ὡσαύτως καὶ ἧττον οὐρεῖται,