17
Κεφ. κζʹ.Περὶ ἐλαιῶν.Ὀλίγην μὲν πάνυ
18
καὶ αὗται τροφὴν διδόασι τῷ σώματι καὶ μάλιστα αἱ δρυοπετεῖς. 6.609
1
ἐσθίουσι δὲ οἱ ἄνθρωποι ταύτας μὲν σὺν ἄρτῳ μᾶλλον,
2
ἄνευ δὲ ἄρτου τὰς ἁλμάδας τε καὶ κολυμβάδας ὀνομαζομένας,
3
ἕνεκα γαστρὸς ὑπαγωγῆς, μετὰ γάρου πρὸ τῶν σιτίων. ὥσπερ
4
δὲ αἱ δρυοπετεῖς πλεῖστον λιπαρὸν, οὕτως αὗται τὸν στύφοντα
5
χυμὸν ἔχουσι. διὸ καὶ ῥωννύουσί τε τὸν στόμαχον, ἐπεγείρουσί
6
τε τὴν ὄρεξιν. ἐπιτήδειοι δέ εἰσιν εἰς τοῦτο αἱ μετ’
7
ὄξους ἀποτιθέμεναι. πολυειδῶς δ’ αὐτὰς σκευάζουσιν οἱ τὴν
8
ὀψαρτυτικὴν ἐμπειρίαν ἀσκήσαντες, ἧς οὐδ’ αὐτῆς παντάπασιν
9
ἀμαθῶς ἔχειν ἀξιῶ τὸν ἰατρόν· ἄμεινον γὰρ εἰς τὴν πέψιν
10
ἐστὶ τῶν ἴσως ὑγιεινῶν τὸ ἡδίονι ἀλλ’ οὐ νῦν καιρὸς οὔτε
11
τῆς ἐμπειρίας τῆς κατὰ τὴν ὀψαρτυτικὴν θεωρίαν, οὔτε τῆς
12
τέχνης ἐστίν· ἴδιος γὰρ λόγος ἀνάκειται αὐταῖς.