16
Κεφ. κβʹ.Περὶ ὠῶν.Τῆς ἀπὸ τῶν πτηνῶν ζώων
17
τροφῆς ἐστι καὶ ταῦτα, διαφέροντα τρισὶ διαφοραῖς ἀλλήλων, 6.706
1
μιᾷ μὲν τῇ κατὰ τὴν οἰκείαν οὐσίαν· ἀμείνω γὰρ τά τε
2
ἀλεκτορίδων ἐστὶ καὶ τὰ τῶν φασιανῶν, φαυλότερα δὲ τὰ
3
τῶν χηνῶν τε καὶ στρουθοκαμήλων· ἑτέρᾳ δὲ, καθ’ ἣν τὰ
4
μὲν ἤδη χρόνου πλείονός ἐστι, τὰ δὲ οὐ πρὸ πολλοῦ γεγέννηται,
5
καὶ τρίτῃ, καθ’ ἣν τὰ μὲν ἐπιπλέον ἥψηται, τὰ δὲ ἄχρι
6
τοῦ μετρίως συστῆναι, τὰ δὲ μόνον τεθέρμανται· καθ’ ἃς
7
διαφορὰς τὰ μὲν ἑφθὰ καλεῖται, τὰ δὲ τρομητὰ, τὰ δὲ ῥοφητά.
8
κάλλιστα μὲν οὖν ἐστιν εἰς τροφὴν τὰ τρομητὰ, τὰ
9
δὲ ῥοφητὰ ἧττον μὲν τρέφει, ῥᾷον δ’ ὑποχωρεῖ καὶ τὰς ἐν
10
τῇ φάρυγγι τραχύτητας λεαίνει. τὰ δ’ ἑφθὰ καὶ δύσπεπτα
11
καὶ βραδύπορα καὶ τροφὴν παχεῖαν ἀναδίδωσι τῷ σώματι.
12
τούτων δ᾿ ἔτι μᾶλλόν ἐστι βραδυπορώτερά τε καὶ κακοχυμότερα
13
τὰ κατὰ θερμὴν σποδιὰν ὀπτηθέντα· τὰ δ’ ἐπὶ
14
τῶν ταγήνων παχυνθέντα καὶ καλούμενα δι’ αὐτὸ τοῦτο ταγηνιστὰ
15
χειρίστην ἔχει τροφὴν εἰς ἅπαντα· καὶ γὰρ ἐν τῷ
16
πέττεσθαι κνισσοῦται, καὶ πρὸς τῷ παχὺν γεννᾷν χυμὸν ἔτι
17
καὶ μοχθηρὸν ἔχει καὶ περιττωματικὸν αὐτόν. ἀμείνω δὲ τῶν 6.707
1
ἑφθῶν τε καὶ ὀπτῶν ἐστι τὰ καλούμενα πνικτά. σκευάζεται
2
δὲ τὸν τρόπον τοῦτον. ἀναδεύσαντες αὐτὰ μετ’ ἐλαίου καὶ
3
γάρου καὶ οἴνου βραχέος, ἐντιθέασι τὸ ἀγγεῖον ὕδωρ ἐχούσῃ
4
κακάβῃ θερμὸν, εἶτα πωμάσαντες ἄνωθεν ὅλην αὐτὴν,
5
ὑποκαίουσι μέχρις ἂν ᾖ συστάσεως μετρίας. τὰ γὰρ ἐπὶ πλέον
6
παχυνθέντα παραπλήσια τοῖς ἑψηθεῖσί τε καὶ ὀπτηθεῖσι
7
γίνεται, τὰ δ’ ἐν τῷ συμμέτρῳ τῆς παχύνσεως ἀρθέντα καὶ
8
πεφθῆναι τῶν σκληρῶν ἐστιν ἀμείνω καὶ τροφὴν τῷ σώματι
9
βελτίονα δίδωσι. τῆς αὐτῆς οὖν συμμετρίας κατὰ
10
τὴν σύστασιν χρὴ στοχάζεσθαι κᾀπὶ τῶν ἐπιχεομένων
11
ἄνωθεν ταῖς λοπάσιν ὠῶν, οὐκ ἐπιτρέποντας οὐδὲ ταῦτα
12
παχυνθῆναι τελέως, ἀλλ’ ἔτ’ ἐγχύλων ὄντων ἀπὸ τοῦ πυρὸς
13
αἴροντας τὸ ἀγγεῖον. οὐ σμικρὰ δ’ ἐν αὐτοῖς ἐστιν
14
ὑπεροχὴ καὶ τῶν νέων πρὸς τὰ παλαιά· κάλλιστα μὲν γὰρ
15
τὰ νεώτατα, χείριστα δὲ τὰ παλαιότατα, τὰ δ’ ἐν τῷ μεταξὺ
16
τούτων ἀνάλογον τῇ ἀποστάσει, ᾗ ἀφέστηκε τῶν
17
ἄκρων, ἀρετῇ τε καὶ κακίᾳ διενήνοχεν ἀλλήλων.