17
Κεφ. ιδʹ.Περὶ τῆς τῶν ἡμέρων καὶ ἀγρίων ζώων
18
διαφορᾶς.Τῶν ἡμέρων ζώων ἡ κρᾶσις ὑγροτέρα τῆς τῶν 6.681
1
ἀγρίων ἐστὶ διὰ τε τὴν ὑγρότητα τοῦ ἀέρος, ἐν ᾧ διαιτῶνται,
2
καὶ τὸ ῥᾴθυμον τοῦ βίου. τὰ δὲ ἐν τοῖς ὄρεσι ταλαιπωρεῖταί
3
τε καὶ κάμνει πολλὰ καὶ κατὰ ξηρότερον ἀέρα διατρίβει.
4
διὰ τοῦτο οὖν ἥ τε σὰρξ αὐτῶν ἐστι σκληροτέρα καὶ
5
πιμελῆς ἢ οὐδ’ ὅλως ἢ ὀλίγιστόν τι μετέχει. ταύτῃ τοι καὶ
6
ἀσηπτοτέρα πλείοσιν ἡμέραις διαμένει τῶν ἡμέρων τε καὶ ἀργῶς
7
διαιτωμένων ζώων. πρόδηλον δ’, ὅτι καὶ ἀπέριττός
8
ἐστιν ἡ ἐξ αὐτῶν τροφὴ μᾶλλον, ὥσπερ ἡ ἀπὸ τῶν ἡμέρων τε
9
καὶ ἀργῶν περιττωματική. τρέφειν τε οὖν ἀναγκαῖόν ἐστι τὴν
10
τοιαύτην τροφὴν μᾶλλον, εὐχυμοτέραν τε πολλῷ τῆς ἑτέρας
11
ὑπάρχειν.