16
Κεφ. λγʹ.Περὶ τῶν ὀστρακοδέρμων ζώων.Ἐπειδὴ
17
τὸ περιέχον ὅλον τὸ σῶμα καθάπερ ἀμφίεσμά τι σύμφυτον
18
ἑκάστῳ καλεῖται δέρμα, κατ᾿ ἀναλογίαν δ’ αὐτῷ τὸ 6.734
1
κατὰ τοὺς κήρυκάς ἐστι καὶ τὰς πορφύρας, ὄστρεά τε καὶ
2
χήμας, ὅσα τ’ ἄλλα τοιαῦτα, διὰ τοῦτο καλοῦσιν ὀστρακόδερμα
3
ταῦτα τὰ ζῶα. σαφῶς οὖν ὀστράκῳ παραπλήσιον ἢ
4
λίθῳ τὸ ἔξωθεν αὐτοῖς περικείμενον σκέπασμά ἐστι. κοινὸν
5
μὲν οὖν ἁπάντων τῶν τοιούτων ἁλυκὸν χυμὸν ἔχειν ἐν τῇ
6
σαρκὶ, λαπακτικὸν τῆς γαστρός· ἴδιον δ’ ἑκάστῳ τὸ μᾶλλόν
7
τε καὶ ἧττον ἐν τούτῳ κατά τε ποιότητα καὶ ποσότητα. τὰ
8
μὲν γὰρ ὄστρεα μαλακωτάτην ἔχει τῶν ἄλλων ὀστρακοδέρμων
9
τὴν σάρκα, τὰ δὲ σμικρὰ χημία καὶ οἱ σφόνδυλοι καὶ
10
οἱ σωλῆνες καὶ αἱ πορφύραι καὶ οἱ κήρυκες, ὅσα τ’ ἄλλα τοιαῦτ’
11
ἐστὶ, σκληράν. εἰκότως οὖν ὑπάγει μὲν ἐκεῖνα τὴν γαστέρα
12
μᾶλλον, ἥττονα τροφὴν διδόντα τῷ σώματι· τὰ δὲ
13
σκληρότερα δυσπεπτότερα μέν ἐστι, τρέφει δὲ μᾶλλον. ἀλλὰ
14
ταῦτα μὲν ἕψεται πάντα, τὰ δὲ ὄστρεα χωρὶς ἑψήσεως
15
ἐσθίουσιν, ἔνιοι δὲ καὶ ταγηνίζουσιν. ὥσπερ δὲ δύσπεπτον
16
ἔχει τὴν σάρκα τῶν ὀστρακοδέρμων ζώων, οὕτως καὶ δυσδιάφθαρτον·
17
αἱρούμεθά τε καὶ διὰ τοῦτο διδόναι πολλάκις αὐτὰ 6.735
1
τοῖς διαφθείρουσιν ἐν τῇ κοιλίᾳ τὴν τροφὴν ὑπὸ κακοχυμίας,
2
ἤτοι γ’ ἐξ ἥπατος εἰς αὐτὴν καταῤῥεούσης, ἢ περιεχομένης
3
ἐν τοῖς χιτῶσιν αὐτῆς. ἔχει δὲ πάντα μὲν, ὡς
4
εἶπον, ἁλυκὸν χυμὸν, ὑπακτικὸν τῆς γαστρὸς, ἥττονα μέντοι
5
τῶν ὀστρέων τὰ σκληρόσαρκα. διὸ καὶ δίδομεν αὐτ’
6
τοῖς διαφθείρουσι τὴν τροφὴν, ἕψοντες δὶς καὶ τρὶς ἐν ὕδατι
7
καλλίστῳ, μεταθέντες εἰς τὸ καθαρὸν, ὅταν ἤδη τὸ πρότερον
8
ἁλμυρὸν φαίνηται. γίνεται δ’ ἐξ αὐτῶν ὁ καλούμενος ὠμὸς
9
χυμὸς πάμπολυς, ἐκ δὲ τῶν μαλακοσάρκων τὸ φλέγμα. καθάπερ
10
οὖν, ἀποθεμένων αὐτῶν τὸν ἁλυκὸν χυμὸν, ὥσπερ ἡ
11
σὰρξ δύσφθαρτος, οὕτω καὶ σταλτικὴ γίνεται τῆς γαστρὸς,
12
ὡσαύτως, εἰ ἀρτύσας δι’ ἁλῶν ἢ γάρου, καθάπερ εἰώθασι
13
τὰς χήμας, ἐκπίοι τις τὸν γενόμενον χυλὸν, ὑπαχθήσεται μὲν
14
ἡ γαστὴρ ἱκανῶς, οὐδεμίαν δὲ τροφὴν ἐξ αὐτοῦ τὸ σῶμα τοῦ
15
ἀνθρώπου λήψεται.