1
Κεφ. γʹ.Περὶ κολοκύνθης.Ἐμή μὲν ἀηδὴς ἐστι,
2
καὶ κακοστόμαχος, καὶ ἄπεπτος ἐσχάτως· ὥστε καὶ εἰ βιάσαιτό
3
τις αὐτὴν, ἀπορῶν ἑτέρου σιτίου, προσενέγκασθαι κολοκύνθην,
4
ὥσπερ ἤδη τις ἐτόλμησεν, βάρους ἐγκειμένου
5
ψυχροῦ κατὰ τὴν κοιλίαν αἰσθήσεται, τόν τε στόμαχον ἀνατραπήσεται,
6
καὶ πρὸς ἔμετον ὁρμήσει, τὸν μόνον αὐτὸν
7
ἐλευθερῶσαι δυνάμενον τῶν κατεχόντων συμπτωμάτων. καὶ
8
ταύτην γ’ οὖν καὶ ἄλλα πολλὰ τῶν ὡραίων ἅπαντες ἄνθρωποι
9
μετὰ τὴν ἕψησιν ἤτοι γ’ εὐθέως, ἤ τηγανίσαντες,
10
ἢ ὀπτήσαντες, εἰώθασι προσφέρεσθαι. καί σοι οὗτος ἐν τῇ
11
μνήμη φυλαττέσθω ὁ λόγος, κοινὸς ἐπὶ πᾶσιν τοῖς δεομένοις
12
ἀλλοιώσεως τυχεῖν τῆς διὰ πυρός. ῆ δὲ κολοκύνθη, περὶ ἧς
13
ὁ λόγος ἦν, ἑψηθεῖσα σαφῆ ποιότητα χυμῶν οὐδεμίαν ἔχει,
14
πλὴν εἴ τις λέγει τινὰ καὶ τοῦτον εἶναι χυμὸν, ὃς οὔτε
15
δριμύς, οὔτε ἁλυκός ἐστι χυμὸς, οὔτε στρυφνὸς, οὔτε πικρὸς,
16
οὔθ ἄλλο τοιοῦτον σαφῶς ἐμφαίνων οὐδὲν, ὥσπερ
17
οὐδὲ τὸ ὕδωρ. ἀλλὰ τά γε τοιαῦτα καλεῖν εἰσιν εἰθισμένοι
18
κοινῇ πάντες ἄποια, καὶ ἡμῖν οὕτως καλείσθω σαφοῦς ἕνεκα 6.562
1
διδασκαλίας. τοιαύτη γ’ οὖν οὔσα καὶ ἡ κολοκύνθη πολλούς
2
εἰκότως ἐπιδέχεται τρόπους σκευασίας, ὡς ἂν ἐν τῷ
3
μέσῳ καθεστῶσα πασῶν τῶν ὑπερβολῶν, καὶ διὰ τοῦτο
4
ὁμοτίμως τε καὶ ἐξ ἴσου πρὸς αὐτὰς ἄγεσθαι δυναμένη.
5
τῶν γὰρ ἐχόντων ἡντιναοῦν ὑπερβολὴν σύμφυτον οὐδὲν εἰς
6
τὴν ἐναντίαν αὐτῇ ῥᾳδίως ἄγεται κατασκευασίαν. αὕτη μὲν
7
οὖν ὅσον ἐφ’ ἑαυτῇ τροφὴν τῷ σώματι δίδωσιν ὑγρὰν καὶ
8
ψυχρὰν, καὶ διὰ τοῦτο καὶ βραχεῖαν, ὡς ὀλίγον ἔμπροσθεν
9
εἴρηται περὶ πάντων, ὅσα τοὺς χυμοὺς ὑδατώδεις τε καὶ
10
λεπτοὺς ἔχει. ῥᾳδίως δὲ ὑπέρχεται κατὰ τὴν γαστέρα τῷ
11
τ’ ὀλισθηρῷ τῆς οὐσίας καὶ τῷ κοινῷ λόγῳ πάντων τῶν
12
ὑγρῶν σιτίων, ὅσα δηλονότι χωρὶς στύψεώς ἐστι τοιαῦτα.
13
πέττεται δὲ οὐ κακῶς, ὅταν γε μὴ φθάσῃ διαφθαρῆναι.
14
πάσχει δὲ τοῦτο διά τε μοχθηρὰν σκευασίαν, κἀπειδὰν ὲν
15
τῇ γαστρὶ μοχθηρὸς ἡθροισμένως ῃ χυμὸς, ἔσθ’ ὅτε δὲ καὶ
16
διὰ τὸ βραδῦναι κατ’ αὐτὴν, ὅπερ κὰν τοῖς ἄλλοις ὡραίοις
17
ἐδέσμασιν ἅπασιν, ὅσα ταῖς κράσεσιν ὑγρὰ, συμβαίνειν φιλεῖ·
18
διαφθείρεται γὰρ ὲν τῇ γαστρὶ μὴ φθάσαντα ταχέως ὑπελθεῖν. 6.563
1
ὥσπερ οὖν, ὅσον ἐφ’ ἑαυτῇ, τὸν εἰς τροφὴν ἀναδιδόμενον
2
ὅλῳ τῷ σώματι χυμὸν ἄποιον ἔχει πρὸς αἴσθησιν ἤ
3
κολοκύνθη, κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὰν μιχθῇ τινὶ
4
τῶν ἰσχυρὰν ἐχόντων δύναμιν, ὁμοιοῦται ῥᾳδίως αὑτῷ, μετὰ
5
νάπυος μὲν εἰ ληφθείη, δριμέα ἐργαζομένη τὸν ἐξ ἀμφοῖν
6
ἀναδιδόμενον χυμὸν ἅμα σαφεῖ θερμότητι, κατὰ δὲ τὸν αὐτόν
7
λόγον, εἰ καὶ μετά τινος ἁλυκοῦ προσενεχθείη, καθάπερ ἐν
8
λοπάδι μετὰ ταρίχου αὐτὴν ἔνιοι σκευάζουσιν, ἁλυκόν ἐν τῷ
9
σώματι γεννήσει χυμόν. ἥδιστον δ’ ἐστὶν ἔδεσμα τὸ οὕτω
10
σκευασθὲν, εἰ τὸ τάριχον εἴη τῶν Ποντικῶν ἐκείνων, ἃ
11
καλοῦσι μῆλα. ἅμα δὲ μήλοις κυδωνίοις ἑψηθεῖσα καῖ
12
προσηκόντως ἀρτυθεῖσα τὸν αὐστηρὸν ἔξει χυμὸν ἐπικρατοῦντα
13
κατὰ τὴν ἀνάδοσιν. ἡ δ’ ὀπτηθεῖσα καὶ τηγανισθεῖσα
14
τῆς μὲν οἰκείας ὑγρότητος ἀποτίθεται πάμπολυ,
15
τὸ δ’ ὑπόλοιπον αὐτῆς οὐδεμίαν ἰσχυρὰν ἐπικτᾶται δύναμιν,
16
ὥσπερ οὐδ’ ὅταν ἐν ἁπλῷ ζωμῷ σκευασθῇ. χαίρει δ’ εἰκότως
17
ὀριγάνῳ διὰ τὴν ὑδατώδη ποιότητα σύμφυτον ὑπάρχουσαν 6.564
1
αὐτῇ· πάντα γὰρ ὅσα τοιαῦτα δριμέσιν ἤ ὀξέσιν, ἢ
2
αὐστηροῖς, ἤ ἁλυκοῖς ἀναμίγνυσθαι δεῖται χυμοῖς, εἰ μέλλει
3
μήτ ἀηδῶς ληφθήσεσθαι, μήτε ναυτιώδεις ἐργάζεσθαι τοὺς
4
λαμβάνοντας.