Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


3 Κεφ. βʹ.Περὶ τῶν ὡραίων ὀνομαζομένων καρπῶν.
4 Ὥραν ἔτους ὀνομάζουσιν οἱ Ἕλληνες ἐκεῖνον τὸν καιρὸν,
5 ἐν μεσοῦντι τὴν τοῦ κυνός ἐπιτολὴν γίγνεσθαι συμβαίνει·
6 χρόνος δ’ ἐστὶν οὗτος ἡμερῶν τεσσαράκοντα. κατὰ τοῦτον
7 οὖν τὸν χρόνον ἄπαντές εἰσὶν οἱ ὡραῖοι καλούμενοι καρποὶ,
8 τινὲς μὲν ἤδη παρακμάζοντες, ἔνιοι δὲ ἀρχόμενοι, τινὲς δὲ
9 ἀκμάζοντες, μετὰ τὴν ἀκμὴν, πρὸ αὐτῆς. ὡραίους δὲ
10 αὐτοὺς ὀνομάζουσιν, οὐχ ὅτι μόνον κατὰ τὸν εἰρημένον
11 γίγνονται χρόνον, ἀλλ’ ὡς, οἶμαι, διορίζειν βουλόμενοι τῶν
12 εἰς ἀπόθεσιν ἐπιτηδείων, ἐπεί τοι καὶ πυροὶ καὶ κριθαὶ,
13 καὶ πάνθ’ ὅσα κατὰ τὸ πρῶτον γράμμα διῆλθον, ἐπέτειόν
14 τε καὶ θερινὴν ἔχει τὴν γένεσιν,  ἀλλ’ οὐ διαφθείρεται
15 παχέως, ὥσπερ αἱ κολοκύνθαι, καὶ τὰ συκάμινα, πέπονές
16 τε καὶ μηλοπέπονες, καὶ περσικὰ, καὶ ἄλλα ὅσα τοιαῦτα.
17 καὶ γὰρ εἰ σκέλλοντες αὐτά τινες ἀποτίθενται, φυλάττοντες
18 εἰς τὸν χειμῶνα, μεταβάλλει καὶ οὕτως τὴν ἀρχαίαν φύσιν 6.559
1 ἅπαν πρὸς τὸ ἐναντίον. ἔνιοι γοῦν τῶν κολοκυνθῶν κενοῦντες
2 τὸ σπέρμα, κἄπειτα τὴν οἷον σάρκα ξηραίνοντες, ἀποτίθενται
3 μὲν εἰς τὸν χειμῶνα, χρῶνται δὲ αὐτῷ πάντες μᾶλλον,
4 τινι τῶν ἐδωδίμων. οὐ μὴν ἐπί γε πυρῶν καὶ κριθῶν,
5 ὅσα ἄλλα Δημήτρια σπέρματα, πρὸς τοὐναντίον
6 φύσις ἐν ταῖς ἀποθέσεσιν ἐξίσταται· μένει γὰρ ἅπαντα τοιαῦτα
7 ταῖς οὐσίαις, ὁποῖα κατὰ τὸ θέρος εὐθὺς ἒξ ἀρχῆς ἦν
8 τελειωθέντα. πρόδηλόν τε, ὅτι τὰ μὲν ξηρὰν ἔχοντα τὴν
9 πῆξιν τοῦ σώματος, ὥσπερ μόνιμον ἔχει τὴν ἕξιν, οὕτω καὶ
10 στερεὰν, καὶ γεώδη, καὶ διὰ τοῦτο τρόφιμον· ὅσα δ’ ὑγρὰ
11 ταῖς συστάσεσίν ἐστι, διαφθείρεταί τε καὶ τροφὴν ὀλίγην τ3
12 καὶ ῥᾳδίως ἐκκρινομένην ἐκ τοῦ σώματος ἔχει. διὰ δὲ τὴν
13 αὐτὴν αἰτίαν καὶ κατὰ τὴν γαστέρα διαχωρεῖται τὰ τοιαῦτα
14 μᾶλλον τῶν στερεῶν, καὶ μάλισθ’ ὅταν ἔχῃ λιτρῶδές τι καὶ
15 ῥυπτικὸν, ὥσπερ ἐπιδείξομεν ἔνια ὡραίων ἀξιόλογον ἔχοντα
16 τὴν τοιαύτην δύναμιν, καὶ κακοχυμότερα λέγομεν εἶναι
17 τῶν οὐδεμίαν ἐχόντων αἰσθητὴν ποιότητα χυμοῦ, καθάπερ 6.560
1 οὐδὲ τὸ κάλλιστον ι ὕδωρ ἔχει. πάνθ οὖν τὰ τοιαῦτα, καὶ
2 πολὺ μᾶλλον ὅσα, πρίν ἀκριβῶς πεπανθῆναι, προσφερόμεθα,
3 φυσώδη μέν ἐστιν, ὑποχωρεῖ δὲ θᾶττον, ὥσπερ καὶ ἀναδίδοται
4 θᾶττον, ὅσα χυμὸν ἔχει λεπτόν. ἔστι δὲ  καὶ
5 κακοχύμων ταῦτα πάντα, καὶ μόνος ἂν τις αὐτοῖς εἰς ὠφέλειαν
6 χρήσαιτο τεταλαιπωρημένος ὁδοιπορίᾳ μακροτέρᾳ καὶ
7 πνίγει σφοδρῷ· τηνικαῦτα γὰρ ὀνίνησιν, τέγγοντα μὲν τὸν
8 αὐχμὸν τοῦ σώματος, ψύχοντα δὲ μετρίως, ἤν γέ τις αὐτὰ
9 ψυχρὰ λαμβάνῃ. τὸ μὲν οὖν ὑγραίνειν διὰ παντὸς ἔχει, τὸ
10 δ’ ἐμψύχειν οὐχ ἔξει προσενεχθέντα θερμὰ τοῖς ὥσπερ
11 εἴρηται διακειμένοις· οὐ γὰρ εἰς τοσοῦτον ψυχρὰ ταῖς οἰκείαις
12 κράσεσίν ἐστιν, ὥστε, κᾂν θερμὰ προσενεχθῇ, ψύχειν
13 τὴν γαστέρα. δεῖται τοίνυν ἐπικτήτου ψύξεως, ἐναντιουμένης
14 τῇ θερμότητι τῶν κατὰ γαστέρα τε καὶ τὸ ἧπαρ μορίων,
15 οἷς πρώτοις ὁμιλεῖ. τούτων οὖν προεγνωσμένων κοινῇ περὶ
16 πάντων τῶν τοιούτων ἐδεσμάτων, ἐπὶ τὰς ἰδίας ἑκάστου
17 δυνάμεις ἤδη μεταβήσομεν.

6.561