12
Κεφ. μβʹ.Περὶ τῶν μέσων ἐδεσμάτων.Καθ’
13
ἑκάστην διαφορὰν ὧν εἶπον ὑπάρχειν ἐν ταῖς τροφαῖς, ἔστι
14
τινὰ μέσα. καὶ γὰρ τῶν σκληροσάρκων καὶ μαλακοσάρκων
15
εὕροις ἂν τι μέσον, ὡς μήθ’ ἁπαλόσαρκον ἔτι, μήτε σκληρόσαρκον
16
εἶναι, καὶ τῶν λεπτυνόντων τε καὶ παχυνόντων, ἢ θερμαινόντων
17
ἢ ψυχόντων, ἢ ξηραινόντων ἢ ὑγραινόντων. 6.748
1
ἐπιτήδεια δ’ ἐσθίεσθαι τοῖς μὲν ἄμεμπτον φυλάττουσι τὴν
2
φυσικὴν κρᾶσιν ζώοις, ὅσα ταῖς φύσεσιν αὐτῶν ἐστιν ὅμοια,
3
τοῖς δὲ μοχθηρὰν ἢ ἐξ ἀρχῆς ἔχουσιν, ἢ ὕστερον ἐπικτησαμένοις,
4
οὐχ ἡ τῶν ὁμοίων ἑαυτοῖς, ἀλλ’ ἡ τῶν ἐναντίων ἐδωδὴ
5
χρήσιμος. ὑπὸ μὲν γὰρ τῶν ὁμοίων φυλάττεται τὸ κατὰ
6
φύσιν ἀμέμπτως ἔχον, ὑπὸ δὲ τῶν ἐναντίων εἰς τὴν οἰκείαν
7
κρᾶσιν ἄγεται τὰ μοχθηρῶς κεκραμένα. τοιγαροῦν ἴδιον
8
ἑκάστῃ φύσει ζώου γενήσεται τὸ μέσον, οἷον ἀνθρώπῳ μὲν
9
τοιόνδε, κυνὶ δὲ τοιόνδε, καὶ τῶν ἄλλων δὲ ἑκάστῳ, καὶ κατὰ
10
μέρος ἀνθρώπῳ τόδε κατὰ τήνδε τὴν ἡλικίαν καὶ τήνδε,
11
καὶ προσέτι κατὰ τὰς τῶν ἐπιτηδευμάτων διαφορὰς, ἐθῶν τε
12
καὶ χωρίων, ἐν οἷς ἐκ πολλοῦ διατρίβουσι.