1
Κεφ. ιηʹ.Περὶ τοῦ τῶν μυῤῥινῶν καρποῦ.Μύρτα
2
καλοῦσι τὸν καρπὸν τοῦτον οἱ Ἕλληνες, ὁμοίως μὲν ἄτροφον
3
ὄντα τῷ τῶν ἀρκεύθων, ἐναντίαν δὲ δύναμιν ἔχοντα. στύφει
4
γὰρ ἱκανῶς, καὶ δία τοῦτο καὶ τὴν κοιλίαν ἐπέχει. οὐ μὴν
5
ἀνάλογόν γε τῇ στύψει ψυχρός ἐστι τὴν δύναμιν, ὅτι μηδὲ
6
μόνην ἔχει τὴν στῦψιν, ἀλλά τι καὶ δριμύτητος αὐτῇ μέμικται.
7
κοινὸν δ’ ἐπὶ πᾶσιν ἐδέσμασιν, ὅσα φαρμακώδη ἔχει τινὰ
8
ποιότητα σφοδρὰν, ὅταν ἀπόθηται ταύτην ἑψήσεσιν, ἢ ὀπτήσεσιν,
9
ἢ τέγξεσιν, ὀλίγην τροφὴν διδόναι τῷ σώματι, πρότερον
10
οὐδ’ ὅλως διδόντα· ταὐτὸ γὰρ τοῦτο καὶ κρομμύοις
11
καὶ πράσοις συμβέβηκεν.