9
Κεφ. μεʹ.Περὶ ἀτραφάξυος καὶ βλίτου.
10
Ὑδατωδέστερα λαχάνων ἐστὶ ταῦτα καὶ, ὡς ἂν εἴποι τις,
11
ἄποια, τῆς κολοκύνθης ἤτοι μᾶλλον, ἢ πάντως οὐχ ἧττον,
12
ὅταν ἑψηθέντα τύχῃ δηλονότι· μόνη γὰρ ἐν τοῖς τοιούτοις
13
ἡ θρίδαξ ἑκατέρως ἐσθίεται. κατανοήσας δέ τις ἀτραφάξυός
14
τε καὶ βλίτου τὴν διὰ τῆς γεύσεως ποιότητα, κᾄπειτα
15
ἀναμνησθεὶς κράμβης, ἐν τῷ μέσῳ συγχωρήσει τὴν θρίδακα
16
τῶν λαχάνων τούτων εἶναι καὶ τῆς κράμβης, ἐπειδὴ ξηραίνει
17
μὲν ἱκανῶς ἐκείνη, ταῦτα δὲ ὑδατώδη τελέως ἐστί. καὶ διὰ
18
τοῦτο ἐμβάλλοντες ὄξος, οὐκ ἐκ μόνων ἐλαίου τε καὶ γάρου 6.634
1
προσφέρονται μᾶλλον αὐτὰ, κακοστόμαχα γὰρ ἄλλως λαμβανόμενα,
2
λέλεκται δὲ, ὡς τὰ τοιαῦτα λάχανα ῥέπει μέν πως
3
ἐπὶ τὸ ῥᾳδίως ὑπιέναι, καὶ μάλιστ’ ἂν ἔχῃ μετὰ τῆς ὑγρότητος
4
ὀλισθηρὸν, οὐ μὴν ἰσχυράν γε τὴν κάτω ῥοπὴν, ἀλλὰ
5
βραχεῖαν ἔχει, διὰ τὸ μηδεμίαν ὑπάρχειν αὐτοῖς ἤ δριμεῖαν
6
ἡ νιτρώδη ποιότητα, πρὸς ἔκκρισιν ἐπεγείρουσαν τὴν γαστέρα.
7
πρόδηλον δ’, ὅτι καὶ τὴν ἀφ’ ἑαυτῶν τροφὴν ἐλαχίστην δίδωσι
8
τῷ σώματι.