1
Κεφ. κδʹ.Περὶ τήλεως.Οὐ μόνον τῆλιν, ἀλλὰ καὶ βούκερας,
2
ἔνιοι δὲ αἰγίκερας ὀνομάζουσι τὸ σπέρμα τοῦτο. τῶν
3
θερμαινόντων δ’ ἐστὶν φανερῶς, τὴν αὐτὴν χρείαν παρέχον εἰς
4
ἐδωδὴν τοῖς ἀνθρώποις, ἤν περ οἱ θέρμοι. προλαμβάνουσα
5
γὰρ αὐτὸ διὰ γάρου γαστρὸς ὑπαγωγῆς ἕνεκα, καὶ πολύ
6
γε θέρμων εἰς τοῦθ᾿ἔστιν ἐπιτηδειότερον, οὐδὲν ἐξ οἰκείας
7
οὐσίας ἔχον δυσδιέξοδον. ἐσθίεται δὲ καὶ δι’ ὄξους καὶ
8
γάρου, καθάπερ οἱ θέρμοι, καὶ δι’ οἴνου δὲ καὶ γάρου καὶ
9
ἐλαίου. πολλοὶ καὶ τῆλιν ἐσθίουσι, καὶ θέρμους, ἔνιοι δὲ
10
καὶ σὺν ἄρτῳ, καὶ γίγνεται τοῦτ’ αὐτοῖς ὄψον αὔταρκες,
11
ἥττον μὲν ὑπάγον τὴν γαστέρα, μήτε δὲ κεφαλῆς ἁπτόμενον,
12
ὥσπερ γε ἡ διὰ τοῦ γάρου τῆλις ἐνίων ἅπτεται, μήτε
13
τὸν στόμαχον ἀνατρέπον, ἐργάζεται γὰρ ἐπί τινων ἡ τῆλις
14
τοῦτο, τῷ δ’ αὐτῷ τρόπῳ πρὸς ἐδωδὴν ἔνιοι χρῶνται φασήλοις
15
τε καὶ ὤχροις, ἐφ’ ὧν αὐτίκα τὸν κοινὸν ἁπάντων
16
τῶν τοιούτων παραγράψω λόγον. ἐσθίεται δὲ τῆλις ὑπό
17
τινων, καὶ πρὶν ἐκκαρπίσαι τὸ φυτὸν αὐτῆς, ἀποβαπτομένων 6.538
1
αὐτὴν εἰς ὄξος καὶ γάρον. ἔνιοι δὲ καὶ τοὔλαιον ἐπιχέοντες
2
ὄψῳ χρῶνται σύν ἄρτῳ προσφερόμενοι, τινὲς δὲ καὶ μεθ
3
ὄξους καὶ γάρου. κεφαλῆς δὲ ἅπτεται καὶ ἥδε πλεῖον
4
ληφθεῖσα, καὶ μᾶλλον εἰ καὶ χωρὶς ἄρτου προσενέγκαιτό
5
τις αὐτήν· ἐνίοις δὲ καὶ τὸν στόμαχον ἀνατρέπει.
6
χυλὸς δὲ ἑψηθείσης τῆς τήλεως μετὰ μέλιτος λαμβανόμενος
7
ἐπιτήδειός ἐστιν ὑπάγειν ἅπαντας τοὺς ἐν τοῖς ἐντέροις
8
μοχθηροὺς χυμοὺς, τῇ μὲν γλισχρότητι τὸ προσηνὲς ἔχων,
9
τῇ δὲ θερμότητι τὸ παρηγορικόν. ὅτι δὲ καὶ ῥυπτικῆς μετέχει
10
δυνάμεως, ἐπὶ τὴν ἔκκρισιν παρορμᾷ τὸ ἔντερον. ὀλίγον
11
δ’ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μὴ περιγένηται
12
τὸ δακνῶδες. ἐπὶ δὲ τῶν κατὰ τὸν θώρακα χρονιζόντων
13
ἀλγημάτων ἄνευ πυρετοῦ συνέψειν μὲν αὐτὴ χρὴ λιπαροὺς
14
φοίνικας, ἐκθλίψαντας δὲ τὸν χυλὸν, εἶτα μέλιτι μίξαντας
15
δαψιλεῖ, κἄπειτα ἑψήσαντας αὗθις ἐπ’ ἀνθράκων ἄχρι πάχους
16
συμμέτρου, χρῆσθαι πρὸ πολλοῦ τῶν σιτίων.