Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


15 Κεφ. λαʹ.Περὶ τῶν σκληροσάρκων ἰχθύων.Καὶ
16 περὶ τούτων ἔγραψεν Φιλότιμος κατὰ λέξιν οὕτως ἐν τῷ
17 δευτέρῳ περὶ τροφῆς· δράκοντές τε καὶ κόκκυγες, καὶ γαλεώνυμοι καὶ
18 σκορπίοι καὶ φάγροι, καὶ πρὸς τούτοις ἔτι καὶ 6.727
1 τραχοῦροι καὶ τρίγλαι καὶ πάλιν ὀρφοί τε καὶ γλαῦκοι, καὶ σκάροι,
2 καὶ κύνες, καὶ γόγγροι, καὶ λαμίαι, καὶ ζύγαιναι, καὶ
3 πάντες οἱ σκληρόσαρκοι δυσκατέργαστοί τ’ εἰσὶ καὶ παχεῖς,
4 καὶ ἁλυκοὺς ἀναδιδόασι χυμούς. αὕτη μὲν τοῦ Φιλοτίμου
5 ῥῆσις. ἐπισκεψώμεθα δ’ ἕκαστον τῶν κατ᾿ αὐτὴν εἰρημένων
6 ἀπὸ τῆς ἀρχῆς. οἱ μὲν οὖν δράκοντες καὶ οἱ κόκκυγες ἐναργῶς
7 ἅπασι φαίνονται τοῖς προσενεγκαμένοις αὐτοὺς σκληρὰν
8 ἔχοντες τὴν σάρκα. τῶν γαλεῶν δ’ οὐχ ἓν εἰδός ἐστιν·
9 γὰρ τοι παρὰ Ῥωμαίοις ἐντιμότατος ἰχθὺς, ὃν ὀνομάζουσι
10 γαλεξίαν, ἐκ τοῦ τῶν γαλεῶν ἐστι γένους, ὃς οὐδὲ γεννᾶσθαι
11 δοκεῖ κατὰ τὴν Ἑλληνικήν θάλασσαν, καὶ κατὰ τοῦτό γε καὶ
12 Φιλότιμος αὐτὸν ἠγνοηκέναι φαίνεται. γέγραπται μέντοι
13 διττῶς ἐν τοῖς ἀντιγράφοις τοὔνομα, γαλεοὶ μὲν ἐν τρισὶ
14 συλλαβαῖς κατ᾿ ἔνια, γαλεώνυμοι δὲ ἐν πέντε κατ’ ἄλλα. καὶ
15 δηλονότι τῶν ἁπαλοσάρκων ἐστὶν παρὰ τοῖς Ῥωμαίοις
16 ἔνδοξος γαλεξίας, οἱ δ’ ἄλλοι γαλεοὶ σκληρόσαρκοι μᾶλλόν
17 εἰσι. σκορπίους δ’ ἐφεξῆς καὶ τραχούρους καὶ τρίγλας,
18 ὀρφούς τε καὶ γλαύκους Φιλότιμος ἐν τοῖς σκληροσάρκοις 6.728
1 ὀρθῶς καταλέγει· σκάρους δ’ αὐτοῖς συγκαταριθμῶν ἁμαρτάνει,
2 τῶν πετραίων ἰχθύων ὄντας. ἑξῆς δὲ κύνας ἔγραψεν,
3 οὓς ἐν τοῖς κητώδεσιν ἐχρῆν ἀριθμεῖσθαι, σκληρὰν καὶ περιττωματικὴν
4 ἔχοντας τὴν σάρκα, καὶ διὰ τοῦτο τεμαχιζομένους
5 τε καὶ ταριχευομένους, ἐδωδήν τε ὄντας ἀνθρώπων τῶν
6 ἐπιτυχόντων· καὶ γὰρ ἀηδεῖς εἰσι καὶ βλεννώδεις, καὶ διὰ τοῦτο
7 καὶ διὰ νάπυός τε καὶ ὀξελαίου καὶ τῶν οὕτω δριμέων
8 ὑποτριμμάτων αὐτοὺς ἐσθίουσιν. ἐκ τούτου δὲ τοῦ γένους
9 εἰσὶ καὶ φάλαιναί καὶ δελφῖνες καὶ φῶκαι· πλησίον δ’ αὐτῶν
10 ἥκουσι καὶ οἱ μεγάλοι θύννοι, καίτοι τῇ γ’ ἡδονῇ τῆς ἐδωδῆς
11 οὐχ ὅμοιοι τοῖς προειρημένοις ὄντες· ἀηδεῖς γὰρ ἐκεῖνοι καὶ
12 μάλιστα πρόσφατοι, ταριχευθέντες δ’ ἀμείνους γίνονται. τῶν
13 δ’ ἐλαττόνων θύννων κατά τε τὴν ἡλικίαν καὶ τὸ μέγεθος
14 οὔθ’ σὰρξ ὁμοίως σκληρὰ, καὶ πεφθῆναι δηλονότι βελτίους
15 εἰσί· καὶ τούτων ἔτι μᾶλλον αἱ πηλαμίδες, αἳ καὶ ταριχευθεῖσαι
16 τοῖς ἀρίστοις ταρίχοις ἐνάμιλλοι γίγνονται. πλεῖσται δ’
17 ἐκ τοῦ Πόντου κομίζονται, τῶν ἐκ τῆς Σαρδοῦς καὶ τῶν ἐκ τῆς
18 Ἰβηρίας μόνων ἀπολειπόμεναι. ἐντιμότατον γὰρ δὴ τοῦτο 6.729
1 τὸ τάριχος εἰκότως ἐστὶν ἡδονῆς τε καὶ μαλακότητος ἕνεκα
2 τῆς σαρκὸς, ὀνομάζεται δὲ συνήθως ὑπὸ τῶν πάντων ἤδη τὰ
3 τοιαῦτα ταρίχη σάρδα.  μετὰ δὲ σάρδας τε καὶ πηλαμίδας
4 οἱ ἐκ τοῦ Πόντου κομιζόμενοι μύλοι μᾶλλον τετίμηνται,
5 καὶ μετ’ αὐτοὺς οἱ κορακῖνοι. ταῦτα μὲν οὖν ὡς ἐν
6 παρέργῳ περὶ τῶν ταριχευθέντων ἰχθύων εἰρήσθω. ζυγαινῶν
7 δὲ καλῶς ἐμνημόνευσεν Φιλότιμος ἐν τοῖς σκληροσάρκοις·
8 ἐχρῆν δὲ καὶ τῆς ἀηδίας αὐτῶν μεμνῆσθαι, καθάπερ γε
9 καὶ τῶν ἄλλων, οὓς ὅλως παρέλιπε. γόγγρους δὲ καὶ φάγρους
10 καὶ λαμίας καὶ ἀετοὺς ὀρθῶς εἶπε σκληροσάρκους εἶναι.
11 καὶ ἄλλοι δέ τινες, ὡς αὐτὸς ἔφη, τῶν σκληροσάρκων
12 ἰχθύων εἰσὶν, ὧν οὐκ εἶπε τὰς προσηγορίας, ὅτι μηδ’ ἐν
13 πολλῇ χρήσει τοῖς ἀνθρώποις εἰσίν· ὅθεν ἄμεινόν ἐστιν ἐπισκέψασθαι
14 περὶ τῆς δυνάμεως αὐτῶν, ἐάσαντας τὰς προσηγορίας.
15 ὅτι μὲν οὖν οἱ σκληρόσαρκοι δυσκατεργαστότεροι
16 τῶν μαλακοσάρκων εἰσὶν, ὀρθῶς εἶπεν Φιλότιμος. τε
17 γὰρ ἐν τῇ γαστρὶ πέψις, τε καθ’ ἕκαστον τῶν τρεφομένων
18 μορίων ἐξομοίωσις ἐπὶ μὲν τοῖς μαλακωτέροις ῥᾴων ἐστὶν, 6.730
1 ἐπὶ δὲ τοῖς σκληροτέροις χαλεπωτέρα. γίγνεται γὰρ ἀλλοιουμένων
2 αὐτῶν ταῦτα, ῥᾷον δ’ ἀλλοιοῦνται τὰ μαλακώτερα,
3 διότι καὶ πάσχειν ἑτοιμότερα· πάθος δ’ ἐστὶ τῶν ἀλλοιουμένων
4 ἀλλοίωσις. ὀρθῶς οὖν εἶπεν αὐτοὺς δυσκατεργάστους
5 εἶναι, ὀρθῶς δὲ καὶ παχέος χυμοῦ γεννητικούς· μὲν
6 γὰρ σκληροτέρα τροφὴ παχυτέραν ἔχει τὴν οὐσίαν, δὲ μαλακωτέρα
7 λεπτοτέραν. εἰ δὲ καὶ ἁλυκοὺς σκληρὰ τροφὴ
8 τοὺς χυμοὺς ἐργάζεται, σκεπτέον ἐφεξῆς. μὲν γὰρ Φιλότιμος,
9 ὥσπερ γε καὶ διδάσκαλος αὐτοῦ Πραξαγόρας, τὸν
10 ἁλυκὸν χυμὸν ἐκ τῶν ἐπὶ πλέον θερμαινομένων γίγνεσθα
11 φησιν. ἐμοὶ δ’ οὐχ ἁπλῶς δοκεῖ δεῖν ἀλλὰ μετὰ διορισμοῦ
12 ποιεῖσθαι τὴν ἀπόφασιν. ἐπεὶ δὲ κοινὸς λόγος ἐστὶν ἁπάντων
13 τῶν σκληρῶν ἐδεσμάτων, ἴδιον αὐτῷ κεφάλαιον ἀποδόντες
14 ἐφεξῆς σκεψόμεθα.