Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


15 Κεφ. βʹ. Εἰκότως μοι δοκοῦσιν οἱ πλεῖστοι τῶν
16 ἰατρῶν ἀπὸ πυρῶν ἄρξασθαι τῆς προκειμένης διδασκαλίας,
17 ἐπειδή πολυχρησιμώτατον καὶ πολυχρηστότατόν ἐστι τοῦτο
18 τὸ σπέρμα τοῖς τε Ἕλλησιν ἅπασι καὶ τῶν βαρβάρων 6.481
1 τοῖς πλείστοις. εἰσὶ δὲ αὐτῶν τροφιμώτατοι μὲν οἱ πυκνοὶ:
2 καὶ πεπιλημένην ἔχοντες ὅλην τὴν οὐσίαν, ὡς μόγις ὑπὸ
3 τῶν ὀδόντων διαιρεῖσθαι· πλείστην γὰρ οὗτοι τροφὴν διδόασι
4 τοῖς σώμασιν ἐξ ὄγκου βραχέος. οἱ ἐναντίοι τούτοις,
5 ῥᾳδίως μὲν ὑπὸ τῶν ὀδόντων θραυόμενοι, μετὰ δὲ τὴν
6 θραῦσιν ἀραιοὶ καὶ χαῦνοι φαινόμενοι, βραχεῖαν διδόασι
7 τροφὴν ἐξ ὄγκου πολλοῦ. εἰ δὲ καὶ στῆσαι βουληθείης
8 ἑκατέρων ἴσον ὄγκον, εὑρήσεις βαρυτέρους πολλῷ τοὺς πυκνούς.
9 οὗτοι δ’ εἰσὶν τῇ χρόᾳ τῶν χαύνων ξανθότεροι.
10 βασανίζειν δὲ χρὴ τὴν φύσιν αὐτῶν, οὐχ ἁπλῶς ἐπισκοποῦντας
11 τὴν ἔξωθεν ἐπιφάνειαν, ἀλλὰ καὶ διαιροῦντας καὶ
12 θραύοντας, καθάπερ εἴρηται· πολλοὶ γὰρ ἔξωθεν ὑπόξανθο
13 τε καὶ πυκνοὶ φαινόμενοι τὰ ἔνδον ἑαυτῶν ὤφθησαν ἀραιοί
14 τε καὶ χαῦνοι καὶ λευκοί. πλεῖστον οὖν οὗτοι πίτυρον
15 ἔχουσιν, καὶ εἴ τις αὐτῶν ἀλεσθέντων ὑποσείσας τὸ λεπτότατον,
16 ἄλευρον ἄρτους ἐκ τοῦ λοιποῦ ποιήσαιτο τοὺς πιτυρίας
17 ὀνομαζομένους, ὀλιγοτρόφων μὲν αὐτῶν πειράσεται,
18 περίττωμα δ’ ἐργαζομένων ἐν τῇ γαστρὶ πολύ, καὶ δι6.482
1 τοῦθ’ ὑπερχομένων ῥᾳδίως. ἅμα δὲ καὶ διὰ τὸ ῥυπτικῆς
2 μετέχειν οὐσίας τό πίτυρον εἰκότως διαχώρησις αὐτῶν
3 γίγνεται ταχεῖα, πρὸς τὴν ἔκκρισιν ἐρεθιζομένων τῶν ἐντέρων.
4 οἱ δὲ ἐναντίοι τούτοις εἰσὶ μὲν ἀκριβῶς καθαροὶ,
5 πλεῖστον ἄγοντες σταθμὸν ἐπ’ ὄγκῳ βραχεῖ, διαχωροῦσι δὲ
6 πάντων τῶν ἄρτων βραδύτερον. θεάση γε μὴν καὶ τὸ σταῖς
7 αὐτῶν γλίσχρον ἱκανῶς, ὡς ἐπιπλεῖστον ἕλκεσθαι μὴ διασπώμενον,
8 ὅπερ ἴδιόν ἐστι γλίσχρου σώματος. εἰκότως τοίνυν
9 οὗτοι μὲν καὶ ζύμης πλείονος χρήζουσι, καὶ μαλαχθῆναι
10 δέονται πάντων μᾶλλον, καὶ οὐκ εὐθὺς μετὰ τὴν ζύμην καὶ
11 τὴν μάλαξιν ὀπτᾶσθαι· τοῖς πιτυρίαις δὲ ἀρκεῖ καὶ ζύμη
12 βραχεῖα, καὶ μάλαξις ἀσθενής, καὶ χρόνος ὀλίγος. οὕτως
13 δὲ καὶ τῆς ὀπτήσεως μακροτέρας μὲν οἱ καθαροὶ, βραχυτέρας
14 δὲ οἱ πιτυρίαι δέονται. τὸ μεταξὺ δὲ τῶν
15 καθαρωτάτων τε καὶ ῥυπαρωτάτων οὐκ ὀλίγον ἐστὶ πλάτος
16 ἐν τῷ μαλλόν τε καὶ ἧττον, ἐνίων μὲν καθαρῶν,
17 ἐνίων δὲ ῥυπαρῶν ὀνομαζομένων καὶ κατὰ ἀλήθειαν
18 ὄντων. ἔστι δέ τι καὶ μέσον ἀκριβῶς αὐτῶν εἶδος ἄρτων, 6.483
1 οἱ αὐτόπυροι προσαγορευόμενοι συγκομιστοὶ δὲ αὐτοὺς
2 ἐκάλουν οἱ παλαιοὶ τῶν ἰατρῶν. ὅτι μὲν οὖν ἐξ ἀδιακρίτων
3 ἀλεύρων οὗτοι γίνονται, μὴ διαχωριζομένου τοῦ πιτυρώδους
4 ἀπὸ τοῦ καθαροῦ, πρόδηλον. ἐντεῦθεν γοῦν αὐτοῖς
5 ἔθεντο καὶ τὰς προσηγορίας· αὐτοπύρους μὲν, ἐπείπερ
6 ὅλος αὐτὸς πυρὸς ἀδιακρίτως ἀρτοποιεῖται, συγκομίστους
7 δὲ, ὅτι συγκομίζεται, σκευαζομένων αὐτῶν, ἅπαν ἀδιάκριτον
8 τὸ ἄλευρον. ἀλλὰ καὶ αὐτῶν τούτων, ἐν τῷ μέσῳ δοκούντων
9 ἀκριβῶς τετάχθαι τῶν τ’ ἐκ τοῦ πιτύρου καὶ τῶν
10 ἄκρως καθαρῶν ἄρτων, οὐ σμικρὰ διαφορὰ παρὰ τὴν τοῦ
11 πυροῦ φύσιν ἐστίν. ἐκ μὲν γὰρ θῶν πυκνῶν πυρῶν καὶ
12 βαρέων ἀμείνους, ἐκ δὲ τῶν χαύνων τε καὶ κούφων
13 ἄρτοι φαυλότεροι γίνονται. καὶ παρά γε τοῖς Ῥωμαίοις,
14  ὥσπερ οὖν καὶ παρὰ τοῖς ἄλλοις σχεδὸν ἅπασιν, ὧν
15 ἄρχουσιν, μὲν καθαρώτατος /ἄρτος ὀνομάζεται σιλιγνίτης,
16 δὲ ἐφεξῆς αὐτῶν σεμιδαλίτης. ἀλλ’ μὲν
17 σεμίδαλις Ἑλληνικόν τε καὶ παλαιὸν ὄνομά ἐστιν, σιλίγνις
18 δὲ οὐχ Ἑλληνικόν μὲν, ἑτέρως δὲ αὐτὴν ὀνομάζειν 6.484
1 οὐκ ἔχω. τροφιμώτατος μὲν οὖν σιλιγνίτης αὐτῶν,
2 ἐφεξῆς δὲ σεμιδαλίτης, καὶ τρίτος μέσος τε καὶ συγκόμιστος,
3 καὶ αὐτοπυρίτης· ἐφ’ τέταρτόν ἐστιν τὸ τῶν
4 ῥυπαρῶν εἶδος, ὧν ἔσχατος πιτυρίας, ὅς δὴ καὶ ἀτροφώτατός
5 ἐστιν, καὶ μάλιστα τῶν ἄλλων ὑπέρχεται κατὰ γαστέρα.
6 πεφθῆναι δὲ ἄριστοι τῶν ἄρτων εἰσὶν οἱ μάλιστα
7 ἐζυμωμένοι καὶ κάλλιστα τετριμμένοι, ἀπὸ συμμέτρου πυρὸς
8 ἐν κλιβάνῳ τὴν ὄπτησιν ἐσχηκότες. τὸ μὲν γὰρ πλεῖον πῦρ
9 εὐθὺς ἐν τῇ πρώτη προσβολῇ τὴν ἐκτὸς ἐπιφάνειαν περικαῖον
10 ἀποστρακίζω, καὶ συμβαίνει κατ’ ἄμφω μοχθηρὸν
11 γίνεσθαι τὸν ἄρτον, ὠμὸν μὲν καὶ ἀκατέργαστον ἔχοντα
12 τὸ ἔνδον, ὑπερωπτημένον δὲ καὶ ξηρὸν καὶ ὀστρακῶδες
13 ἔχοντα τὸ ἔξω· τὸ δὲ ἔλαττον τοῦ συμμέτρου πῦρ
14 οὐ κατεργάζεται καλῶς τὸν ἄρτον, ἀλλ’ ὠμότερον ἀπολείπει
15 καὶ μάλιστα τὸ ἔνδον ἅπαν. ὅσοι δ’ ἂν ἐν συμμέτρῳ
16 πυρὶ πλείονι χρόνῳ δι’ ὅλων ἑαυτῶν ὁμαλῶς ὀπτηθῶσιν,
17 οὗτοι καὶ πέττονται κατὰ τὴν γαστέρα κάλλιστα, καὶ πρὸς 6.485
1 τὰς ἑξῆς ἐνεργείας, ὅσαι μετὰ τὴν πέψιν εἰσὶν, ἐπιτηδειότατοι
2 γίνονται. χείριστοι δὲ τῶν ἄρτων εἰσὶ δηλονότι, ὅσοις οὐδὲν
3 τῶν προειρημένων ὑπάρχει. τῶν δ’ ἄκρων ἐν αὐτοῖς ἀρετῇ
4 καὶ κακίᾳ διωρισμένων, οὐδέν ἐστι χαλεπόν αὐτῷ τινι καὶ
5 χωρίς ἡμῶν ἐπινοεῖν, ἐνίους μὲν τῶν ἄρτων ἐγγὺς εἶναι
6 τῶν ἀρίστων χειρίστων, ἐνίους δὲ ἀποκεχωρηκέναι ποῤῥωτέρω,
7 καί τινας ἄλλους, ὡς εἴρηται, κατὰ τὸ μέσον
8 ἀμφοῖν τετάχθαι. καθάπερ οὖν ἐπὶ τοῦ μέλιτος ἔμπροσθεν
9 εἰρήκαμεν, οὐχ ἁπλῶς ἀποφαίνεσθαι δεῖν, ἀγαθὸν
10 φαῦλον εἶναι πρὸς ὑγείαν, ἀλλὰ φλεγματικὰ μὲν φύσει,
11 τουτέστιν ὑγροτέρᾳ τε καὶ ψυχροτέρᾳ τοῦ εὐκράτου, χρήσιμον
12 ὑπάρχειν αὐτὸ, κἂν εἰ ψυχροτέρα δὲ μόνον εἴη τις ἄνευ
13 πολλῆς ὑγρότητος, ὑγροτέρα ἄνευ πολλῆς ψύξεως, οὐ μὴν
14 ταῖς γε θερμαῖς κράσεσιν, οὐδὲ τούτων ἔτι μᾶλλον ταῖς
15 θερμαῖς τε καὶ ξηραῖς ἁρμόττειν αὐτὸ, οὕτω καὶ τῶν ἄρτων
16 ἀθλητῇ μὲν ἐπιτήδειος μήτε πάνυ καλῶς ὠπτημένος,
17 μήτε ζύμην ἔχων πολλὴν, ἰδιώτῃ δὲ καὶ πρεσβύτῃ 6.486
1 κάλλιστα μὲν ἐν κλιβάνῳ, ζύμης δὲ μετέχων πολλῆς,
2 γε μὴν τελέως ἄζυμος οὐδενὶ χρήσιμος, εἰ δὺ καὶ τυροῦ
3 προσλάβοι, καθάπερ ἐν τοῖς ἀγροῖς παρ’ ἡμῖν εἰώθασι
4 σκευάζειν ἑορτάζοντες, οὕς αὐτοὶ προσαγορεύουσιν ἀζύμους,
5 ἑτοίμη. βλάβη πᾶσι, κἂν ἰσχυρότατοί τινες  ὦσιν τὴν
6 ἕξιν τοῦ σώματος, οἷόν περ οἱ γενναιότατοι τῶν θεριστῶν
7 καὶ τῶν σκαπανέων εἰσίν· οὗτοι γὰρ ὁρῶνται καὶ τῶν βαρέων
8 ἀθλητῶν μᾶλλον πέττοντες τοὺς ἀζύμους ἄρτους,
9 ὥσπερ γε καὶ κρέα βόεια καὶ τράγεια. τί γὰρ ἔτι δεῖ
10 μεμνῆσθαι προβατείων αἰγείων ἐπὶ τούτοις; ἐν Ἀλεξανδρείᾳ
11 δὲ καὶ τὰ τῶν όνων κρέα ἐσθίουσιν· εἰσὶ δὲ οἵ καὶ
12 τὰ τῶν καμήλων· εἰς γὰρ τὴν πέψιν αὐτῶν συντελεῖ μὲν
13 τι καὶ τὸ ἔθος, οὐχ ἥκιστα δὲ καὶ βραχύτης τῶν προσφερομένων,
14 καὶ τοῦ σώματος ὄλου κένωσις ἐξ ἀνάγκης
15 ἑπομένη τοῖς δῶ ὅλης ἡμέρας ταλαιπωροῦσι κατὰ τὰς οἰκείας
16 ἐνεργείας. ἀναρπάζουσι γὰρ αἱ κεναὶ σάρκες ἐκ τῆς γαστρὸς
17  οὐ μόνον ἡμίπεπτον, ἀλλὰ παὶ παντάπασιν ἄπεπτον 6.487
1 ἐνίοτε χυμὸν, ὅταν ἐπὶ σιτίοις πονῶσι· καὶ διὰ τοῦτο
2 νόσους χαλεπωτάτας ὕστερον οὗτοι νοσοῦσιν καὶ πρό γήρως
3 ἀποθνήσκουσιν. καὶ ταῦτα ἀγνοοῦντες οἱ πολλοὶ μακαρίζουσιν
4 αὐτῶν τὴν ἰσχύν τοῦ σώματος, ὁρῶντες ἐσθίοντάς τὸ
5 καὶ πέττοντας, μηδεὶς ἡμῶν δύναται προσενέγκασθαι καὶ
6 πέψαι. ἐπεὶ δὲ καὶ τοῖς πολλοῖς ταλαιπωρηθεῖσιν ὕπνοι
7 βαρύτεροι γίγνονται, καὶ τοῦτ᾿αὐτοῖς μειζόνως πρὸς τὰς
8 πέψεις συντελεῖ, διὰ τοῦθ’ ἧττον ὑπὸ τῶν μοχθηρῶν ἐδεσμάτων
9 βλάπτονται· εἰ δ’ ἀναγκάσεις αὐτοὺς ἀγρυπνῆσαι
10 πλείοσιν ἐφεξῆς νυξὶν, αὐτίκα νοσοῦσιν. ἐκεῖνοι μὲν οὖν ἐν
11 τοῦτο μόνον ἀγαθὸν ἔχουσιν εἰς πέψιν τῶν μοχθηρῶν ἐδεσμάτων
12 · οἱ δὲ ἀθληταὶ τροφὰς μὲν εὐχυμοτάτας λαμβάνουσιν,
13 ἀλλὰ παχεῖς καὶ γλίσχρας οἷ γε βαρεῖς αὐτῶν· ὀνομάζουσιν
14 δ’ οὕτω μάλιστα μὲν τοὺς παλαιστὰς, ἤδη δὲ καὶ
15 τοὺς παγκρατιαστάς τε καὶ πύκτας. ἐπεὶ γὰρ παρασκευ
16 πάσα πρὸς τοὺς ἀγῶνας αὐτοῖς ἐστιν, ἐν οἷς ἐνίοτε δέ ὅλης
17 ἡμέρας παλαίειν παγκρατιάζειν ἀναγκάζονται, διὰ τοῦτο 6.488
1 δέονται τροφῆς δυσφθάρτου τε καὶ δυσδιαφορήτου. τοιαύτη
2 δέ ἐστιν τῶν παχέων καὶ γλίσχρων χυμῶν· ὁποία μάλιστά
3 ἐστιν τε ἐκ τῶν χοιρείων κρεῶν καὶ τῶν, ὡς
4 εἴρηται, σκευαστῶν ἄρτων, οὕσπερ οἱ νομίμως ἀθλοῦντες
5 ἐσθίουσιν μόνοι. καὶ εἴπερ ἰδιώτης ἀγύμναστος ἐν τῇ
6 αὐτῇ τροφῇ διατρίψειεν, νοσήσει τάχιστα νόσημα πληθωρικὸν,
7 ὥσπερ γε καὶ εἰ γυμναζόμενος ἄνθρωπος ἐπὶ λαχάνοις.
8 καὶ χυλῷ πτισάνης διαιτῷτο, καταφθείρειεν ἂν ἐν τάχει
9 καὶ τρυχώσειεν τὸ πὰν σῶμα. χυμὸς δὲ πλεονάζει ἐκ
10 τῶν τοιούτων ἄρτων, οἷς ἔφην χρῆσθαι τοὺς ἀθλητὰς, εἴ
11 τις ἡμῶν τῶν πολλῶν ἐσθίει, γίνεται παχύς καὶ ψυχρὸς,
12 ὁποῖον ἰδίως ὀνομάζειν εἰθίσμεθα τὸν ὠμὸν χυμόν. ἔστι
13 μὲν οὖν καὶ τοῦ φλέγματος χυμὸς ὠμός τε καὶ ψυχρὸς, ἀλλ’
14 οὐ παχύς, ὡς ἂν ὑγρότητά τε πολλὴν ἔχων καὶ πνεῦμα φυσῶδες·
15 δὲ ὠμὸς χυμὸς ἰδίως ὀνομαζόμενος τοιοῦτός
16 ἐστιν, ὁποῖον φαίνεται τὸ τοῖς οὔροις ὑφιστάμενον ἐνίοτε
17 πύῳ παραπλήσιον. ἀλλὰ δυσῶδες μέν ἐστι καὶ γλίσχρον
18 τὸ πύον, δ’ ὠμός ἔοικεν αὐτῷ κατά τε τὸ πάχος καὶ 6.489
1 τὴν χρόαν μόνον, οὔτε δυσώδης ὧν, οὔτε γλίσχρος. οὐ μὴν
2 τοῖς γε πυρέττουσιν ἐξ ὠμῶν πλήθους μονίας ὑφίσταται
3 τοῖς οὔροις, ὁποῖον εἶπον, ἀλλὰ τοῖς ὑγιαίνουσιν, ὅσοι ταλαιπωρούμενοι
4 σιτία σκληρὰ καὶ δυσκατέργαστα προσφέρονται.
5 περὶ μὲν οὖν τῶν ἄλλων αὖθις εἰρήσεται, περὶ δὲ
6 τῶν ἄρτων, ἐπειδὴ περὶ τούτων προὔκειτο πρῶτον ἡμᾶς διελθεῖν,
7 εἴπωμεν ἤδη πρὸς τοῖς παρ’ ἡμῶν εἰρημένοις καὶ
8 ταῦτα. κάλλιστοι μὲν αὐτῶν εἰσιν οἱ κλιβανῖται, καθ’ ὅν
9 εἴρηται τρόπον ὠπτημένοι τε καὶ προπαρεσκευασμένοι πρὸς
10 τὴν ὄπτησιν· ἐφεξῆς δὲ αὐτῶν οἱ ἰπνῖται, τὴν αὐτὴν ἐσχηκότες
11 δηλονότι παρασκευήν· ἐπεὶ δ’ οὐχ ὁμοίως ὀπτῶνται
12 τὰ διὰ βάθους τοῖς κλιβανίταις, διὰ τοῦτο αὐτῶν ἀπολείπονται.
13 οἱ δ’ ἐπὶ τῆς ἐσχάρας ὀπτηθέντες, κατὰ θερμὴν
14 τέφραν, τῷ τῆς ἑστίας ὀστράκῳ καθάπερ κλιβάνῳ
15 κεχρημένοι μοχθηροὶ πάντως εἰσὶν, ἀνωμάλως διακείμενοι·
16 τὰ μὲν γὰρ ἐκτὸς αὐτῶν ὑπεροπτᾶται, τὰ δὲ διὰ βάθους
17 ἐστὶν ὠμά. τοῖς δὲ ἐγκρυφίαις ὀνομαζομένοις ἀπὸ; τοῦ
18 κατὰ τὴν τέφραν ἐγκρυβέντας ὀπτᾶσθαι προσδίδωσί τι καὶ 6.490
1 τέφρα μοχθηρόν· ὥστε κινδυνεύουσιν οὗτοι ἁπάντων ἄρτων
2 εἶναι χείριστοι κατά γε τὴν τῆς ὀπτήσεως ἰδέαν ἐπὶ
3 πᾶσιν τοῖς ἄλλοις ὡσαύτως καλ προυπάρχουσιν.  δεῖ
4 γὰρ ἑκάστοτε περὶ τῶν προκειμένων ἀκούειν οὕτως, ὡς κατ’
5 ἐκεῖνα μόνον ἐξηλλαγμένων τῶν παραβαλλομένων ἀλλήλοις·
6 ὡς εἴ γε κατὰ πολλοὺς τρόπους διαφέροντα παραβάλληται,
7 τὰ καθ’ ἕκαστον αὐτῶν ἰδίᾳ λελεγμένα πάντα ἕξουσιν
8 ἠθροισμένα. περὶ μὲν οὖν τῆς κατὰ ἄρτους διαφοράς αὐτάρκως
9 εἴρηται.