3
Κεφ. ξʹ.Περὶ βλαστῶν.Οἱ βλαστοὶ τῶν δένδρων
4
τε καὶ θάμνων ἀναλογίαν ἔχουσι τοῖς ἐπὶ τῶν λαχάνων
5
ἀσπαράγοις· ἐκβλαστήματα γάρ εἰσι κᾀκεῖνοι πρὸς καρποῦ γένεσιν
6
ἐξορμῶντος τοῦ φυτοῦ. διαφέρουσι δὲ τῷ τῶν δένδρων
7
μὲν τὸ στέλεχος ἀεὶ διαμένειν, ἀνάλογον ὑπάρχον τῷ κατὰ
8
τὰ λαχανώδη τε καὶ ποώδη καυλῷ, τὸν δ’ ἐπὶ τούτων καυλὸν
9
ἐπέτειον εἶναι. πάντες οὖν οἱ βλαστοὶ τῶν δένδρων τε
10
καὶ θάμνων, ἑψηθέντες ἐν ὕδατι, βιβρώσκεσθαι δύνανται,
11
πλὴν εἴ τινες ἤτοι ἀηδεῖς, ἢ φαρμακώδεις εἰσίν· οὐ μὴν
12
ἐσθίουσιν αὐτοὺς οἱ ἄνθρωποι διὰ τὴν τῶν ἄλλων ἐδεσμάτων,
13
ὅσα βελτίω τούτων, ἀφθονίαν. ἐν λιμῷ δὲ ὑπὸ τῆς
14
ἀνάγκης ἐπὶ τὴν ἐδωδὴν αὐτῶν ἔρχονται· τρέφουσι γάρ πως,
15
ἐὰν καὶ αὐτοὶ καλῶς πεφθῶσι. καλλίους δ’ αὐτῶν εἰσιν οἱ
16
τῆς τερμίνθου τε καὶ ἄγνου καὶ ἀμπέλου καὶ σχοίνου καὶ βάτου
17
καὶ κυνοσβάτου. παρ’ ἡμῖν δὲ καὶ συντιθέντες εἰς ὄξος
18
ἢ ὀξάλμην τοὺς τῆς τερμίνθου βλαστοὺς ἀποτίθενται.