1
Κεφ. κγʹ.Περὶ κυδωνίων καὶ στρουθιομήλων.
2
Ἐξαίρετόν τι παρὰ τὰ ἄλλα μῆλα τούτοις ὑπάρχει, στύψιν
3
τε πλείονα κεκτημένοις καὶ τὸν χυλὸν ἔχουσι μόνιμον, εἴ τις
4
ἑψήσας αὐτὸν σύν μέλιτι φυλάττειν ἐθέλοι· τῶν δ’ ἄλλων
5
μήλων ὁ χυλὸς ὀξύνεται κείμενος, ὑγρότητα πολλὴν ἔχων
6
ψυχράν. ἡμεῖς δὲ καὶ τὸ διὰ τοῦ χυλοῦ τῶν στρουθομήλων
7
φάρμακον ἐπιτηδεότατον τοῖς ἀνορέκτοις, οὐκ ἐν φανερῷ
8
κατὰ τύχην κείμενον, ὕστερόν ποθ’ εὕρομεν ἐτῶν ἑπτὰ μεταξὺ
9
γεγονότων, οὐδεμίαν ἐσχηκότος μεταλλαγὴν τῆς ποιότητος.
10
ἐπεποιήκει δὲ κατὰ τό στόμα τοῦ ἀγγείου πυκνὸν ἐπίπαγον,
11
οἷον καὶ μέλιτι πολλάκις ἐπιπήγνυται καὶ ἀλλῶς
12
τισί· καὶ χρὴ φυλάττειν αὐτὸν ἐπικείμενον, ὅταν ἐθέλῃς ἀμετάβλητον
13
ἐπὶ πλεῖστον διαμεῖναι τὸ φάρμακον ἢ τὸ μέλι.
14
τοῦτο μὲν οὖν εἰρήσθω μοι κατὰ τὸ πάρεργον· οὗ δ’ ἕνεκα
15
ἐμνημόνευσα τοῦ μὴ διαφθαρέντος ἐν χρόνῳ πλείονι φαρμάκου,
16
πάλιν ἀναλήψομαι. μόνιμος ὁ τῶν στρουθίων μήλων
17
χυλός ἐστιν, ὅταν καλῶς σκευασθῇ, καθάπερ καὶ ὁ τῶν κυδωνίων, 6.603
1
ἀλλ’ ἧττον οὗτος ἡδὺς ὑπάρχει, καὶ μάλιστα
2
στύφων· ὥστε εἴη ἄν ποτε καὶ τούτου χρεία πρὸς ῥῶσιν ἱκανῶς
3
ἐκλύτου γαστρός. ἐν Ἰβηρίᾳ δὲ τὸν καλούμενον μηλοπλακοῦντα
4
συντιθέασιν, ἔδεσμα μόνιμον οὕτως, ὡς εἰς Ῥώμην
5
κομίζεσθαι μεστὰς αὐτοῦ λοπάδας καινάς. σύγκειται δὲ ἐκ
6
μέλιτός τε καὶ σαρκὸς λελειωμένης ἑφθῆς ἅμα τῷ μέλιτι. τὸ
7
δ’ ἡμέτερον φάρμακον τὸ τοῖς ἀνορέκτοις σκευαζό μενον
8
οὐκ ἐκ μόνου μέλιτος καὶ χυλοῦ μήλων ἐστὶν, ἀλλὰ καὶ πεπέρεως
9
ἔχει τι λευκοῦ καὶ ζιγγιβέρεως καὶ ὄξους. οὐ μὴν νῦν γε
10
καιρὸς αὐτοῦ τῆς διδασκαλίας ἐστὶν, ἑτέρωθι τελέως εἰρημένης.