1
Κεφ. κζʹ. Περὶ ἀράκων.Τὴν ὑστάτην συλλαβὴν
2
τοῦ τῶν ἀράκων ὀνόματος διὰ τοῦ κʹ γεγραμμένην εὑρίσκομεν ἐν
3
ταῖς Ἀριστοφάνους Ὁλκάσιν, ἔνθα φησίν·
4
Ἀράκους, πυροὺς, πτισάνην, χόνδρον, ζειὰς, αἴρας, σεμίδαλιν.
5
παραπλήσιον δ’ ἐστὶ τὸ σπέρμα τῷ τῶν λαθύρων, καί τινές γ’ οὐχ
6
ἕτερον εἶναι γένος ἐκείνων νομίζουσιν αὐτῶ καὶ γὰρ καὶ ἡ
7
χρῆσις ἅπασα καὶ ἤ δύναμις αὐτοῦ παραπλησία τῇ τῶν λαθύρων
8
ἐστὶν, πλὴν ὅσον σκληρότεροί τε καὶ δυσεψητότεροι, καὶ διὰ
9
τοῦτο καὶ δυσπεπτότεροι τῶν λαθύρων εἰσὶν οἱ ἄρακοι.
10
παρ’ ἡμῖν δὲ ἄγριόν τι καὶ στρογγύλον, καὶ σκληρὸν, ὀρόβου
11
μικρότερον ἐν τοῖς Δημητρίοις καρποῖς εὑρισκόμενον,
12
ὀνομάζουσιν ἄραχον, οὐ διὰ τοῦ κʹ τὴν ἐσχάτην συλλαβὴν,
13
ἀλλὰ διὰ τοῦ χʹ φθεγγόμενοι, καὶ ῥίπτουσιν αὐτὸν ἐκλέγοντες,
14
ὥσπερ καὶ τὸν πελεκῖνον.