3
Κεφ. εʹ.Περὶ τῆς ἐν τοῖς πεζοῖς ζώοις γλώττης.
4
Ἰδιότης τῆς οὐσίας ἐστὶν ἐν τῷδε τῷ μορίῳ χαυνοτέρας τε
5
καὶ ἐναιμοτέρας σαρκός. αἱ γὰρ ἀκριβεῖς σάρκες οἱ μύες
6
εἰσὶ καὶ τούτων αὐτῶν τὰ μέσα μάλιστα. πολλοὶ γὰρ ἐν
7
τοῖς πέρασιν ἑαυτῶν εἰς τένοντας ἀξιολόγους τελευτῶσιν, οὓς
8
ἀπονευρώσεις μυῶν οἱ πολλοὶ τῶν ἰατρῶν ὀνομάζουσιν. εὐμεγίστους
9
δὲ τούτους γεννῶσιν οἱ εἰς τὰ τῶν κώλων πέρατα καθήκοντες
10
μύες. ἀλλὰ καὶ τὰς κεφαλὰς ἔχουσιν ἔνιοι τῶν μυῶν
11
νευρώδεις. καὶ τῆς γλώττης δ’ αὐτῆς, ἣν ἐξαιροῦντες τῶν
12
ὑῶν ἕψουσιν οἱ μάγειροι, τὸ μὲν ἴδιον σῶμα χαύνη τίς
13
ἐστιν, ὡς εἴρηται, σὰρξ, οὐ μὴν μόνην ταύτην ἐξαιροῦσιν,
14
οὐδ’ ἕψουσι μόνην, ἀλλὰ μετά τε τῶν ἐμφυομένων μυῶν,
15
ὡς τὰ πολλὰ δὲ καὶ σὺν ἐπιγλωττίδι καὶ λάρυγγι, καὶ τῶν ἐνταῦθα
16
ἀδένων τῶν τε γλώττης ἰδίων οἳ τὸ σίαλον γεννῶσι, καὶ
17
τῶν κατὰ τὰ παρίσθμια καὶ τὸν λάρυγγα. τὸ μὲν γὰρ τῶν
18
ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων κοινὸν τῆς γλώττης καὶ 6.673
1
πρὸς τὰς ἄλλας σάρκας ἐστὶ, καὶ γὰρ ἐκεῖνα σὺν τούτοις
2
ἐσθίεται, πλὴν ὅτι μείζω τε καὶ πλείω τοῦ κατὰ τὴν ἀναλογίαν
3
μεγέθους ὑπάρχει τῷ μορίῳ τῷδε τὰ τρία γένη τῶν
4
ἀγγείων. ἥτις δὲ δύναμίς ἐστι τῆς ἐκ τῶν ἀδενωδῶν σωμάτων
5
τροφῆς, ἑξῆς ἄκουε.