8
Κεφ. κγʹ.Περὶ θέρμων.Ἴσμεν δήπου καὶ τοῦτο τὸ σπέρμα
9
πολύχρηστον εἶναι κατὰ θάτερον σημαινόμενον τῆς πολυχρήστου
10
φωνῇς. ὀνομάζεται γὰρ οὕτως τό τε πολλαῖς τοῦ σώματος
11
ἥρμοττον διαθέσεσιν, τό τε πᾶσιν ἀνθρώποις ἢ τοῖς πλείστοις
12
χρήσιμον, εἰ καὶ πρὸς μίαν ἰδέαν χρείας ἅπαντες αὐτοῦ
13
δέοιντο. κατά τοῦτο γοῦν αὐτὸ τὸ δεύτερον σημαινόμενον
14
ὁ θέρμος ἐστὶ πολύχρηστον ὄσπριον. ἑψόμενος γὰρ, εἶτα
15
βρεχόμενος ἐν ὕδατι γλυκεῖ, μέχρις ἂν ἀπόθηται πᾶσαν εἰς
16
αὐτὸ τὴν σύμφυτον ἀηδίαν, οὕτως ἐσθίεται διὰ γάρου τε
17
καὶ ὀξυγάρου, καὶ χωρὶς τούτων ἁλσὶ μετρίοις ἡδυνόμενος, 6.535
1
οὐχ ὥσπερ ἥ τε κριθὴ καὶ ἄλλα τὰ πολυειδῶς
2
σκευαζόμενα. ἔστι δὲ σκληρὸς καὶ γεώδης τὴν οὐσίαν,
3
ὥστ’ ἀνάγκη δύσπεπτον αὐτὸν εἶναι, καὶ παχύν γεννᾷν
4
χυμὸν, ἐξ οὐ μὴ καλῶς ἐν ταῖς φλεψὶ κατεργασθέντος ὁ
5
καλούμενος ἰδίως ὠμώς ἀθροίζεται χυμός. ἐπὶ δὲ τὴν
6
σκευασίαν ἀποτιθέμενος ἅπαν ὅσον εἶχε πικρὸν, ὅμοιος
7
γίγνεται τοῖς ἀποίοις ὡς πρὸς αἴσθησιν. εὔλογον οὖν ἐστιν,
8
μήτ’ εἰς διαχώρησιν ἐπιτήδειον ὑπάρχειν αὐτὸν, μήτ’ εἰς
9
ἐπίσχεσιν ῥεούσης γαστρὸς, ὡς τὰ στύφοντα, βραδύπορον δὲ
10
καὶ δυσαποβίβαστον καὶ δυσδιέξοδον εἰκότως γίγνεσθαι.
11
καλοῦσι γὰρ οὕτως οἱ ἰατροὶ τὰ τοιαῦτα τῶν ἐδεσμάτων,
12
ὅσα μηδεμίαν ἐξέχουσαν ἔχει ποιότητα τῶν παροξύνειν
13
εἰς ἔκκρισιν τὴν κοιλίαν ἢ κωλύειν ἐκκρίνειν δυναμένων.
14
ἐκεῖναι μὲν οὖν οὐχ ὡς τροφαὶ αὐτοῖς ὑπάρχουσιν, ἀλλ’ ὡς
15
φάρμακα. ὅσα δὲ καὶ οὐδεμίαν ἔχει σαφῆ τοιαύτην ποιότητα,
16
καλεῖται μὲν εὐλόγως ὑπὸ τῶν ἰατρῶν ἄποια, κατὰ
17
δὲ τὴν ἐν ὑγρότητι καὶ γλισχρότητι διαφορὰν ἢ ταχυπόροις 6.536
1
αὐτοῖς, ἢ βραδυπόροις, ἢ μέσοις τούτων εἶναι συμβέβηκεν,
2
τοῖς μὲν ὑγροῖς καὶ ὀλισθηροῖς ταχυπόροις, τοῖς σκληροῖς
3
δὲ καὶ ξηροῖς, ὥσπερ ὁ θέρμος, ἔμπαλιν. ὅσα δὲ μεταξὺ
4
τούτων. ἐστὶ κατὰ τὰς εἰρημένας διαφορὰς, οὔτε τάχος.
5
ἐπίσημον, οὔτε βραδύτητα διαχωρήσεως ἐργάζεται. καθάπερ
6
σύν ταῦτα περὶ πάντων ἐπίστασθαι προσήκει κοινῇ, κατὰ
7
τὸν αὐτὸν τρόπον καὶ τάδε. τὰ μὲν ὑγρότερα ταῖς συστάσεσιν
8
ἅπαντα βραχεῖαν τροφὴν δίδωσι τῷ σώματι, καὶ ταχέως
9
ἐξατμιζομένην τε καὶ διαφορουμένην, ὡς ἑτέρας αὖθις
10
οὐ διὰ μακροῦ δεῖσθαι, τὰ δὲ σκληρὰ καὶ γεώδη μονίμην
11
τε καὶ πολλὴν καὶ δυσδιαφόρητον. εἰ δὲ καὶ κολλῶδες ἔχει
12
τι, πολὺ δὴ μᾶλλον ἅπαντα ταῦτα ἐναργῶς ἀποτελεῖ.
13
πρόδηλον δ’, ὅτι καὶ πεφθῆναι τοῖς τοιούτοις οὐκ εὐπετὲς,
14
ὥσπερ γ’ οὐδ’ εἰς αἷμα μεταβαλεῖν, οὐδ’ ἐξομοιωθῆναι τοῖς
15
στερεοῖς τοῦ ζώου μορίοις· εἰ δὲ τοῦτο, μηδὲ θρέψει
16
ταχέως, ἀλλ’ ὅταν γε κρατηθῇ, τροφὴν πολλὴν δίδωσι τῷ
17
σώματι.