8
Κεφ. ιθʹ. Περὶ κυάμων.Πολλὴ καὶ τούτων ἐστὶν
9
ἡ χρῆσις, ἔτνους ἐξ αὐτῶν ἐσκευασμένου, τοῦ τε ἐν ταῖς χύτραις
10
ὑγροῦ καὶ τοῦ παχέος ἐν ταῖς λοπάσι. καὶ τρίτη δ’ ἐστί
11
τις ἐξ αὐτοῦ σκευασία, μετὰ πτισάνης γιγνομένη. καὶ πλείστῳ
12
γε τούτῳ τῷ ἐδέσματι καθ’ ἑκάστην ἡμέραν οἱ παρ’
13
ἡμῖν μονομάχοι χρῶνται, σαρκοῦντες τὴν τοῦ σώματος ἕξιν,
14
οὐκ ἐσφιγμένη τε καὶ πυκνῇ σαρκὶ, καθάπερ τὸ χοίρειον
15
κρέας, ἀλλὰ χαυνοτέρᾳ πως μᾶλλον. φυσῶδες δ’ ἐστὶν
16
ἔδεσμα, κἂν ἐπὶ πλεῖστον ἑψηθῇ καὶ ὁπωσοῦν σκευασθῇ, τῆς
17
πτισάνης ἀποτιθεμένης πᾶν τὸ φυσῶδες ἐν τῷ τῆς ἑψήσεως
18
χρόνῳ. τοῖς δὲ προσέχουσι τὸν νοῦν καὶ παρακολουθοῦσι 6.530
1
ταῖς ἑπομέναις ἑκάστῳ τῶν ἐδεσμάτων διαθέσεσιν αἴσθησις
2
γίνεται καθ’ ὅλον τὸ σῶμα τάσεως τινος ὑπὸ πνεύματος
3
φυσώδους, καὶ μάλιστα ὅταν ἀήθης τις ᾖ τοῦδε τοῦ
4
βρώματος, ἤ μὴ καλῶς ἑψόμενον προσενέγκηται. τὴν δ’
5
οὐσίαν οὐ πυκνὴν καὶ βαρεῖαν, ἀλλὰ χαύνην τε καὶ κούφην
6
ἔχουσιν οἱ κύαμοι καί τι ῥυπτικὸν ἔχουσαν ὁμοίως τῇ πτισάνῃ.
7
φαίνεται γὰρ ἐναργῶς τὰ ἐξ αὐτῶν ἄλευρα τὸν ῥύπον
8
ἀποσμῶντα τοῦ δέρματος, ὃ κατανοήσαντες οἵ τ’ ἀνδροκάπηλοι
9
καὶ γυναῖκες ὁσημέραι χρῶνται τῷ τῶν κυάμων
10
ἀλεύρῳ λουόμεναι, καθάπερ ἄλλοι νίτρῳ τε καὶ ἀφρονίτρῳ,
11
καὶ ὅλως τοῖς ῥυπτικοῖς. ἐπιχρίουσι δὲ καὶ τὸ πρόσωπον
12
αὐτῷ παραπλησίως τῇ πτισάνῃ. καὶ γὰρ τοὺς ἐπιπολῆς
13
φακοὺς αἴρει, καὶ τὴν ὀνομαζομένην ἔφηλιν. διὰ ταύτην
14
οὖν τὴν δύναμιν οὐδὲν τῇ κατὰ γαστέρα διεξόδῳ βραδύνει,
15
καθάπερ ὅσα παχύχυμα, καὶ γλίσχρα, καὶ μηδεμίαν ἔχοντα
16
δύναμιν ῥυπτικήν, ὁποῖα ἔφαμεν εἶναι χόνδρον, καὶ τράγον,
17
καὶ σεμίδαλιν, καὶ ἄμυλον. ὄντος δὲ τοῦ τῶν κυάμων
18
ἔτνους φυσώδους, ἔτι καὶ μᾶλλον, ὅταν ὁλοκλήρους τις 6.531
1
αὐτοὺς ἑψήσας χρῆται, φυσώδεις γίνονται. φρυγέντες μέντοι,
2
καὶ γὰρ καὶ οὕτως αὐτοὺς ἐσθίουσιν ἐν χώρᾳ τραγημάτων
3
ἔνιοι, τὸ μὲν φυσῶδες ἀποτίθενται, δυσπεπτότατα,
4
δὲ καὶ βραδύποροι γίγνονται, καὶ παχὺν χυμὸν εἰς τροφὴν
5
ἀναδιδόασι τῷ σώματι. χλωροὶ δὲ ἐσθιόμενοι, πρὶν πεπανθῆναι
6
καὶ ξηρανθῆναι, τὸ κοινὸν ἁπάντων ἔχουσι τῶν καρπῶν,
7
ὅσους πρὸ τοῦ τελειωθῆναι προσφερόμεθα, τροφὴν
8
ὑγροτέραν διδόντες τῷ σώματι, καὶ διὰ τοῦτο περιττωματικωτέραν,
9
οὐ κατ’ ἔντερον μόνον, ἀλλὰ καὶ καθ’ ὅλην τὴν
10
ἕξιν. εἰκότως οὖν οἱ τοιοῦτοι τρέφουσι μὲν ἧττον, ὑποχωροῦσι
11
δὲ μᾶλλον. οὐ μόνον δὲ ὠμοὺς ἐσθίουσιν οἱ πολλοὶ
12
τῶν ἀνθρώπων τοὺς χλωροὺς κυάμους, ἀλλὰ καὶ μετὰ κρεῶν
13
χοιρείων ἕψοντες, ὥσπερ τὰ λάχανα, κατὰ δὲ τοὺς ἀγρούς
14
καὶ μετ’ αἰγείων τε καὶ προβατείων. ᾐσθημένοι δ’ αὐτῶν
15
τοῦ φυσώδους οἱ ἄλλοι μιγνύουσιν κρομμύων, ὅταν ἐν
16
λοπάδι κατασκευάσωσιν αὐτῶν ἔτνος. ἔνιοι δὲ καὶ χωρὶς τοῦ
17
συνεψήματος ὠμὰ τά κρόμμυα προσφέρονται μετ’ αὐτοῦ. 6.532
1
τὸ γὰρ τοι φυσῶδες ἐν ἅπασι τοῖς ἐδέσμασιν ὑπὸ τῶν θερμαινόντων
2
τε καὶ λεπτυνόντων ἐπανορθοῦται.