Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


8 Κεφ. ιʹ.Περὶ σταφίδων.Τὸν αὐτὸν λόγον ἔχουσιν
9 αἱ σταφίδες πρὸς τὰς σταφυλὰς, οἷον αἱ ἰσχάδες πρὸς
10 τὰ σῦκα. γίγνονται μὲν γὰρ γλυκεῖαι πολλαὶ, στρυφναὶ δὲ
11 παντάπασιν ὀλίγαν, μικταὶ δὲ ἔκ τε αὐστηράς καὶ γλυκείας
12 ποιότητος αἱ πλεῖσται. μέτεστί γε μὴν καὶ ταῖς γλυκείαις ἀμυδρᾶς
13 ποιότητος αὐστηράς, καὶ ταῖς αὐστηραῖς τῆς γλυκείας,
14 αἷ μὲν οὖν αὐστηραὶ ψυχρότεραι τὴν κρασίν εἰσιν, ὥσπερ αἱ
15 γλυκεῖαι θερμότεραι. καὶ τἄν μὲν στόμαχον χωννύουσι καὶ
16 τὴν γαστέρα στεγνοῦσιν αἱ αὐστηραὶ, καὶ δηλονότι μᾶλλον αὐτῶν
17 αἱ στρυφναὶ, μέσην δέ πως κατάστασιν ἐν αὐταῖς αἷ γλυκεῖαι
18 ποιοῦσιν, μήτ’ ἐκλύουσαι σαφῶς τὸν στόμαχον, μήθ’ 6.582
1 ὑπάγουσαι τὴν γαστέρα, τό γε μὴν ἐπικεραστικὸν ὑπάρχει
2 ταῖς γλυκείαις ἀεὶ, καθάπερ καὶ τὸ μετρίως ῥυπτικὸν, ὥστ’
3 ἐξ ἀμφοτέρων τῶν δυνάμεων τὰς μικρὰς κατὰ τὸ στόμα τῆς
4 κοιλίας, ὅνπερ καὶ στόμαχον ὀνομάζομεν, ἀμβλύνουσιν δήξεις
5 ὡς αἵ γε μείζους τῶν δήξεων εὔδηλον ὅτι γενναιοτέρων
6 χρήζουσι βοηθημάτων. ἀμείνους δ’ ἐν ταῖς σταφίσιν αἱ λιπαρα
7 τε καὶ τὸν οἷον φλοιὸν ἔχουσαι λεπτόν. ἔνιοι δὲ καλῶς
8 ποιοῦντες ἐκ τῶν γλυκειῶν τῶν μεγάλων, οἷαί πέρ
9 εἰσιν αἱ Σκυβελίτιδες, πρὶν ἐσθίειν, ἐξαιροῦσι τὰ γίγαρτα.
10 χρονισθεῖσαι γοῦν καὶ αὗται σκληρὸν ἔχουσι καὶ παχὺ τὸ
11 δέρμα, καὶ χρὴ προδιαβρέχειν αὐτὰς ἐν ὕδατ τ καὶ γάρ τοι καὶ
12 τὸ γίγαρτον ἑτοιμότερον οὕτως ἐξαιρεῖται. ἔμπαλιν δὲ ταύταις
13 ἕτεραί τινές εἰσιν στερεαὶ καὶ παχεῖαι, γίγαρτον ὅλως
14 οὐδὲν ἔχουσαι. γεννῶνται δ’ αὗται μὲν ἐν Κιλικίᾳ, τὴν
15 χροιὰν ὑπόξανθοι, κατὰ δὲ τὴν Παμφυλίαν αἷ τε Σκυβελίτιδες
16 καὶ αἱ μέλαιναι τὸ χρῶμα. μέγισται μὲν οὖν, ὡς ἔφην,
17 αὗται, μικρόταται δὲ αἱ κιῤῥαὶ ἐν  Κιλικίᾳ, γινομένων
18 γε καὶ ἄλλων ἐν Κιλικίᾳ μελαινῶν σταφίδων μέσων τὸ μέγεθος, 6.583
1 ὥσπερ κατ’ ἄλλα πολλὰ τῶν ἐθνῶν, καὶ μάλιστα ἐν τῇ Λιβύῃ.
2 κατὰ δὲ τὴν Ἀσίαν ποικίλον εἶδος ἀσταφίδων μέσων
3 τὸ μέγεθος γεννᾶται καὶ γὰρ ὑπόξανθοι καὶ μέλαιναι καὶ
4 γλυκεῖαι καὶ ὑπαύστηροι φαίνονται. κατὰ μέντοι τὰς ψυχρὰς
5 χώρας οὐδὲ σταφυλαὶ τελέως πεπαίνονται, μήτι γε τῶν
6 ἀσταφίδων τινὲς, ὅθεν ἐπεμβάλλουσι τοῖς οἴνοις ῥητίνην,
7 ὅπως μὴ ταχέως ὀξυνθῶσιν. μὲν οὖν κατὰ χροιὰν διαφορὰ
8 τῶν σταφίδων ὡς πρὸς τὴν δύναμιν αὐτῶν οὐδὲν συντελεῖ,
9 καθάπερ οὐδὲ κατὰ μέγεθος· δὲ κατὰ τὴν γευστὴν ποιότητα
10 τὸ σύμπαν δύναται, καὶ ταύτῃ μόνη προσέχων τὸν νοῦν,
11 ἐπὶ τίνων δεῖ χρῆσθαι καὶ καθ’ ὅντινα καιρὸν, εὑρήσεις, ὡς
12 προείρηται. τροφὴ δ’ ἐκ τῶν ἀσταφίδων ἀναδίδοται τῷ
13 σώματι παραπλησία κατὰ τὴν ποιότητα ταῖς ἀσταφίσιν αὐταῖς
14 · γλυκεῖα μὲν οὖν ἐκ τῶν γλυκειῶν, αὐστηρὰ δ’ ἐκ τῶν
15 αὐστηρῶν, μικτὴ δ’ ἐκ τῶν ἀμφοτέρας ἐχουσῶν τὰς ποιότητας·
16 τῇ δὲ ποσότητι πλείων μὲν ἐκ τῶν λιπαρῶν τε καὶ γλυκειῶν,
17 ἐλάττων δ’ ἐκ τῶν αὐστηρῶν τε καὶ ἀλιπῶν. εἰ δὲ τὸν
18 ἴσον ὄγκον ἀσταφίδος λιπαρὰς γλυκείας ἐκγεγιγαρτισμένης παραβάλλοις 6.584
1 ὄγκῳ ῥαγῶν ἴσῳ, μᾶλλον τροφιμωτέρας εὑρήσεις
2 τὰς σταφίδας. ἧττον μὲν οὖν ἰσχάδων αἱ τοιαῦται τὸ ὑπακτικὸν
3 ἔχουσι καὶ τὸ ῥυπτικὸν, εὐστομαχώτεραι δ’ εἰσὶν τῶν
4 ἰσχάδων.