ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΡΟΦΩΝ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ Β.
1
Κεφ. αʹ.Ἐπειδὴ τρεφόμεθα μὲν ἀπό τε φυτῶν καὶ
2
ζώων, ἤρξαντο δὲ ἀπὸ τῶν Δημητρίων ὀνομαζομένων σπερμάτων
3
οἱ πρὸ ἐμοῦ πάντες ἐν τῷ περὶ τῶν ἐδεσμάτων,
4
διότι χρησιμώτατον ἐν αὐτοῖς ἤν τὸ τῶν ἄρτων ἔδεσμα,
5
διὰ τοῦτο κἀγῶ περὶ τε πυρῶν καὶ κριθῶν, καὶ τιφῶν,
6
ὀλυρῶν τε καὶ πρὸς τούτοις τῶν ὀνομαζομένων ὀσπρίων καὶ
7
χεδρόπων ἐν τῷ πρώτῳ λόγῳ διελθών ἐσκοπούμην. εἰῶ ἐπὶ
8
ἄλλας ἐν τῷδε τῷ λόγῳ μεταβῆναι προσέκει τροφὰς. 6.555
1
ὅσας ἀπὸ φυτῶν ἔχομεν, εἶτα πρός τὰς ἀπὸ τῶν ζώων,
2
ὅσαι χρησιμώτεραι τοῖς ἀνθρώποις εἰσὶν, καὶ γὰρ καὶ τοῦτο
3
λόγον ἔχειν ἐδόκει. καί τινες οὐ διὰ πάντων τῶν ὁμογενῶν
4
διεξελθόντες, οὐδὲ τὰς ἀπὸ τῶν φυτῶν ἁπάσας ἐφεξῆς
5
τοῖς Δημητρίοις σπέρμασι διδάξαντες, ὑπὲρ ἐκείνων ἀεὶ πρότερον
6
ἐποιήσαντο τὸν λόγον, ὅσα χρησιμώτερα τοῖς ἀνθρώποις
7
ἐστί. φαίνεται γοῦν τά τε χοίρεια κρέα, καὶ τὰ τῶν
8
ἐρίφων τε καὶ αἰγῶν, καὶ μόσχων, καὶ βοῶν, καὶ προβάτων,
9
οὐδὲν δ’ ἥττον αὐτῶν ὅσα θηρεύουσιν ἐν τοῖς ὄρεσιν οἴ
10
κυνηγέται, πολλὴν. χρείαν τοῖς ἀνθρώ ποις παρεχόμενα,
11
καθάπερ γε καὶ τῶν πτηνῶν πολλὰ καὶ τῶν ἐνύδρων. εἶτ’
12
ἐννοήσας ἕκαστον γένος ἑνὶ βιβλίῳ περιληφθῆναι ἀδύνατον
13
ὃν, οὐ μέγα τὸ διάφορον ὑπέλαβον, τῶν ὑπολειπομένων
14
ἐδεσμάτων ἐπὶ τοῖς προειρημένοις ἐν μὲν τῷ δευτέρῳ γράμματι
15
τὰς ἀπό τῶν φυτῶν τροφὰς διελθεῖν, ἐν δὲ τῷ τρίτῳ τὰς
16
ἀπὸ τῶν ζώων. ἐξέσται γὰρ τῷ βουλομένῳ, προχειριζόμενον
17
τὸ βιβλίον, ἐν ᾦ γέγραπται τῶν τροφῶν ἡ δύναμις, αἷς
18
μάλιστα χρῆσθαι βούλεται, ποτὲ μὲν ἐπὶ τὸ πρῶτον ἔρχεσθαι, 6.556
1
ποτὲ δὲ ἐπὶ τὸ δεύτερον, ἢ τρίτον. ὅπως οὖν ὁ περὶ
2
τῶν φυτῶν λόγος ἅπας ἐν τοῖς δύο πρώτοις ἦ τετελεσμένος,
3
ἐπὶ τὰ κατάλοιπα τῶν προειρημένων ἀφίξομαι, τὴν ἀρχὴν
4
τῶν λόγων τήνδε θέμενος. τὰ μὲν ἐν τῷ αʹ λόγῳ σιτία
5
σπέρματα φυτῶν ἦν ἅπαντα· νυνὶ δὲ ἀπὸ καρπῶν ἄρξομαι,
6
διορίσας πρότερον αὐτῶν τὰ σπέρματα, καὶ μάλιστα ὅτι
7
πολλοῖς ἔδοξε διαφέρειν οὐδὲν, ἢ καρπὸν εἰπεῖν, ἢ σπέρμα.
8
τὰ μὲν οὖν ἤδη λελεγμένα σπέρματα βραχύ τι καρπῶν διαφέρει,
9
τῶν δὲ νῦν εἰρησομένων οὐκ ὀλίγον ἀφέστηκε. καρπὸς
10
μὲν γάρ ἐστι συκῆς τὰ σῦκα, ἢ δ’ ἐν αὐτῷ κεγχραμὶς
11
σπέρμα συκῆς, ὥσπερ καὶ τῆς ῥαγὸς ὅλης οὔσης ἀμπέλου
12
καρποῦ, μόνον ἐστὶ τὸ γίγαρτον ἀμπέλου σπέρμα.
13
κατὰ τὰ αὐτὰ δὲ ἀπίου καὶ μηλέας ὁ μὲν καρπὸς ἄπιόν τε
14
καὶ μῆλόν ἐστι, τὸ δὲ σπέρμα τρεῖς ἢ τέτταρες ἐν μέσοις
15
αὐτῶν κόκκοι. τί δεῖ λέγειν ἔτι κολοκυνθῶν τε καὶ σικύων,
16
ὅσοι τε πέπονες αὐτῶν εἰσι, καὶ ὅσοι μῆ, καὶ ὅσοι μηλοπέπονες,
17
τῶν τ’ ἄλλων ἁπάντων, ὅσα τοιαῦτα; πάμπολυ 6.557
1
γὰρ ὁ σύμπας καρπὸς τοῦ σπέρματος διαφέρει. κυάμου δὲ
2
καὶ θέρμου, καὶ δολίχου, καὶ φακῆς, ὅσα τ’ ἄλλα τῶν
3
σπερμάτων ἀμφίεσμα λοβὸν ἔχει, τὸ μὲν ἐξ ἀμφοῖν συγκείμενον
4
καρπός ἐστιν, ἢ πλείστη δὲ μοῖρα τῆς οὐσίας ὲν τοῖς
5
σπέρμασιν. ἐσθίεται δὲ τῶν μὲν ἄλλων σχεδὸν ἁπάντων, ὅσα
6
διῆλθον ἐν τῷ αʹ λόγῳ, μόνον τὸ σπέρμα, δολίχων δὲ μόνον
7
ὁ καρπὸς ὅλος, ἔστ’ ἂν ὦσιν οἱ καρποὶ χλωροὶ ἔτι·
8
ξηρανθέντων γὰρ ἄχρηστοι τοῖς ἀνθρώποις οἱ περιέχοντες
9
τὰ σπέρματα γίγνονται λοβοί. κυάμων δ’ οὐκ ἔστιν χλωρῶν
10
ὁ λοβὸς ἐδώδιμος, ὥσπερ οὐδὲ τῶν ἐρεβίνθων, οὐδὲ τῶν
11
ἄλλων, ὅσα καλεῖν εἴωθεν ἔλλοβα ὁ Θεόφραστος. εἰκότως
12
οὖν ἔφην ὀνομάζεσθαι ὑπὸ πολλῶν λοβοὺς, οὕς ἔνιοι φασήλους
13
καλοῦσιν, ἐπειδὴ μόνον αὐτῶν ὁ λοβὸς ἐδώδιμός ἐστιν.
14
ἀλλὰ περὶ μὲν τῆς τούτων δυνάμεως εἴρηται πρόσθεν, ὥσπερ
15
γε καὶ ὅτι τὸ τῶν δολίχων ὄνομα κατὰ τούτων ἡγοῦμαι
16
φέρειν ἐνίους τῶν παλαιῶν. οἱ δὲ καρποὶ τῶν φυτῶν ἀπό
17
τε τῶν δένδρων εἰσὶ καὶ τῶν κηπευομένων λαχάνων, ἐν οἷς
18
καταλέγουσιν ἔνιοι τῶν ἰατρῶν τοὺς τε πέπονας καὶ τοὺς 6.558
1
μηλοπέπονας, καὶ τὰς κολοκύνθας, ἀφ ὧν καὶ πρῶτον ἄρξομαι
2
τῆς ἐν τῷδε τῷ γράμματι διδασκαλίας.