Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


15 Κεφ. κθʹ.Περὶ κωβιοῦ.Ἀἰγιάλειος δὲ ἰχθύς ἐστιν
16 οὗτος, τῶν σμικρῶν ἀεὶ διαμενόντων εἷς τις ὢν καὶ οὗτος.
17 ἄριστος δ᾿εἰς ἡδονὴν καὶ πέψιν ἅμα, ἀνάδοσίν τε καὶ εὐχυμίαν
18 ἐστὶν κατὰ τοὺς ψαμμώδεις αἰγιαλοὺς, τὰς πετρώδεις 6.719
1 ἀκτάς· δ᾿ ἐν τοῖς στόμασι τῶν ποταμῶν,  
2 λίμναις, λιμνοθαλάσσαις οὔθ’ ἡδὺς ὁμοίως, οὔτ’ εὔχυμος,
3 οὔτ’ εὔπεπτος. εἰ δὲ καὶ ἰλυῶδες ὑπάρχει τὸ ὕδωρ,
4 πόλιν ἐκκαθαίρων ποταμὸς, οὕτω μὲν ἂν εἴη χείριστος
5 κατ᾿ αὐτῶν κωβιὸς, ὥσπερ οἱ ἄλλοι πάντες ἰχθύες, οἱ ἐν τοῖς
6 ὕδασι διατρίβοντες. εἰκότως οὖν ἐν μὲν τοῖς πετραίοις ἰχθύσιν
7 οὐδεμία σαφής ἐστι διαφορὰ τῶν ὁμοειδῶν πρὸς ἀλλήλους,
8 ὡς ἂν ἐν καθαρωτάτῃ θαλάττῃ διαιτωμένοις ἀεὶ, φεύγουσί
9 τε τὸ γλυκύτατον ὕδωρ, τό τε συμμιγὲς ἐκ τοῦ τοιούτου
10 τε καὶ θαλαττίου· δευτέροις δὲ μετὰ τούσδε τοῖς πελαγίοις
11 ὑπάρχει ταὐτόν. οὐδὲ γὰρ οὐδ’ οὗτοι διαφορὰν ἀλλήλοις
12 ἔχουσι μεγάλην, ὁποίαν οἱ διατρίβοντες ἐν ἀμφοτέροις
13 τοῖς ὕδασι. τούτων γὰρ οἱ μὲν ἐν τῇ καθαρωτάτῃ θαλάττῃ
14 κάλλιστοι τῶν ὁμοειδῶν εἰσιν· οἱ δ᾿ ἐν τοῖς ἐκκαθαίρουσι τὰς
15 πόλεις ποταμοῖς ἁπάντων χείριστοι·  μέσοι δ’ αὐτῶν οἱ
16 μεταξύ. λέλεκται δὲ ταῦτα καὶ διὰ τῶν ἔμπροσθεν, ἡνίκα
17 περὶ κεφάλου τὸν λόγον ἐποιούμην. γε μὴν σὰρξ τῶν κωβιῶν
18 ὥσπερ σκληροτέρα τῆς τῶν πετραίων ἐστὶν, οὕτω μαλακωτέρα 6.720
1 τῆς τῶν τριγλῶν· ἀνάλογον οὖν αὐτῇ καὶ τὸ τῶν
2 ἐσθιόντων σῶμα τρέφεται.