15
Κεφ. λζʹ.Περὶ τῶν κητωδῶν ζώων.Εἴρηται
16
μὲν ἤδη καὶ πρόσθεν ὑπὲρ τῶν ἐν τῇ θαλάττῃ κητωδῶν
17
ζώων, ἐξ ὧν εἰσιν αἵ τε φῶκαι καὶ φάλαιναι, δελφῖνές
18
τε καὶ ζύγαιναι καὶ τῶν θύννων οἱ μεγάλοι, καὶ πρὸς αὐτοῖς 6.738
1
οἱ κύνες, ὅσα τ’ ἄλλα τοιαῦτα, καὶ νῦν δὲ αὐτῶν ἐν κεφαλαίῳ
2
λεκτέον, ὡς ἅπαντα τὰ τοιαῦτα καὶ σκληρὰν καὶ κακόχυμον
3
ἔχει καὶ περιττωματικὴν τὴν σάρκα. καὶ διὰ τοῦτο
4
προταριχεύοντες αὐτὰ τοὐπίπαν εἰς χρῆσιν ἄγουσι, λεπτομερεστέραν
5
ἐργαζόμενοι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τροφὴν
6
εἰς τὸ σῶμα, καὶ διὰ τοῦτο πεφθῆναί τε δυναμένην θᾶττον,
7
αἱματωθῆναί τε μᾶλλον. ἡ γάρ τοι πρόσφατος, ὅταν μὴ
8
πάνυ καλῶς πεφθῇ, πλεῖστον ἐν ταῖς φλεψὶν ἀθροίζει τὸν ὠμὸν χυμόν.