17
Κεφ. ιδʹ.Περὶ βρόμου.Τοῦτο τὸ σπέρμα πλεῖστόν ἐστιν ἐν
18
Ἀσίᾳ, καὶ μάλιστα κατὰ τὴν ὑπερκειμένην Περγάμου Μυσίαν,
19
ἔνθα καὶ τίφαι καὶ ὄλυραι πάμπολλαι γίγνονται, τροφὴ δ’ ἐστὶν 6.523
1
ὑποζυγίων, οὐκ ἀνθρώπων, εἰ μή ποτε ἄρα λιμώττοντες
2
ἐσχάτως ἀναγκασθεῖεν ἐκ τούτου τοῦ σπέρματος ἀρτοποιεῖσθαι.
3
χωρὶς δὲ λιμοῦ δι’ ὕδατος ἑψηθὲν ἐσθίεται μετ’
4
οἴνου γλυκέος, ἢ ἑψήματος, ἢ οἰνομέλιτος ὁμοίως τῇ τίφῃ.
5
θερμότητος δὲ ἱκανῶς μετέχει παραπλησίως ἐκείνῃ, καίτοι
6
οὐχ ὁμοίως αὐτῇ σκληρὸν ὑπάρχον. διὸ καὶ τροφὴν ἐλάττονα
7
παρέχει τῷ σώματι. καὶ ἄλλως δέ ἐστιν ἀηδὴς ὁ ἐξ
8
αὐτοῦ γενόμε νος ἄρτος, οὐ μὴν ἐπισχετικὸς γαστρὸς,
9
ἢ προτρεπτικὸς, ἀλλ’ ἐν τῷ μέσῳ κατά γε τοῦτο τεταγμένος.