3
Κεφ. στʹ. Τοῦ γένους τῶν πυρῶν ἐστιν ὁ χόνδρος
4
, ἱκανῶς τρόφιμόν τε καὶ γλίσχρον ἔχων χυμὸν, ἐάν τε
5
ἐν ὕδατι μόνον ἑψηθὲν λαμβάνηται δι’ οἰνομέλιτος, ἤ οἴνου
6
γλυκέος, ἤ καὶ στύφοντος, (ἴδιος γὰρ ἕκαστος καιρὸς τῆς
7
χρήσεως) ἐάν τε τορυνηθὲν μετ’ ἐλαίου καὶ ἁλῶν. ἐμβάλλεται
8
δέ ποτε καὶ ὄξος αὐτῷ. καὶ καλοῦσιν οἱ ἰατροὶ τὸν
9
κατασκευασθέντα τοῦτον χόνδρον, πτισάνης γεγονέναι τὴν
10
ἄρτυσιν. ἔνιοι δὲ ἐκ χόνδρου πτισάνης τεθράφθαι φασὶν τὸν
11
κάμνοντα. τῶν παλαιῶν δὲ ἔνιοι, καθάπερ Διοκλῆς καὶ
12
φιλότιμος, ὀνομάζουσιν πτισάνην πυρίνην τὸν οὕτως ἐσκευασμένον
13
χόνδρον. διὰ τοῦτο καὶ τὸ ὄνομα αὐτοῦ σπάνιόν
14
ἐστι παρὰ τοῖς παλαιοῖς, ὥσπερ καὶ τό τοῦ σιτανίου· τῇ
15
γὰρ κοινῇ προσηγορίᾳ τόν πυρὸν ὀνομάζουσιν αὐτόν. εἴρηται
16
δὲ ἐν τῷ περὶ διαίτης Ἱπποκράτους, τοὺς ἐκ τοῦ χόνδρου
17
κατασκευαζομένους ἄρτους τροφιμωτάτους μὲν εἶναι,
18
διαχωρεῖν δὲ ἧττον· εἴρηται δὲ, ὅτι σεμίδαλις καὶ χόνδρος 6.497
1
ἑφθὸς ἰσχυρὰ καὶ τρόφιμαι φυλάττεσθαί τε τοίνυν προσήκει
2
καὶ τούτου τὴν πολλὴν χρῆσιν γ καὶ τοῦτο οἷς εὐέμφρακτόν
3
ἐστι τό ἧπαρ, ἢ νεφροὶ πρὸς τὸ γεννῆσαι λίθους
4
ἐπιτήδειοι, μάλιστα δὲ προσέχειν τὸν νοῦν τοῖς σκευαζομένοις
5
ῥοφήμασιν ἐκ τοῦ καλουμένου πλυτοῦ χόνδρου. χυλὸς
6
μὲν γάρ ἐστιν οὗτος αὐτοῦ μεμιγμένος ὕδατι, πλείστης δὲ
7
ἑψήσεως δεόμενος ἐξαπατᾷ μὲν τοὺς σκευάζοντας, ὡς αὐτάρκως
8
ἑψημένος, οὐ μικρῶς δὲ βλάπτει τοὺς νοσοῦντας,
9
οἷς περ δὴ καὶ παρασκευάζουσιν αὐτόν· ἐν τάχει γὰρ συνίσταται
10
καὶ παχύνεται διὰ τὸ κολλῶδες εἶναι, χρὴ τοίνυν
11
ὕδατι πολλῷ μιγνύντας ἐπ’ ἀνθράκων ἕψειν, ἐπὶ πλεῖστον
12
κινοῦντας, ἄχρις ἂν ἀκριβῶς ἑψηθῇ, τηνικαῦτα δὲ ἐπεμβάλλειν
13
ἤδη καὶ τῶν ἁλῶν. τὸ δὲ ἔλαιον, εἰ καὶ καθ᾿ἀρχὴν
14
εὐθέως ἐπιμίξαις, οὐδὲν βλάπτει. ἀλλὰ τοῦτο μὲν ἐν παρέργῳ
15
λελέχθω θεραπευτικὴ προσῆκον, οὐ τῷ νῦν ἐνεστῶτι
16
πράγματι. τοῖς δ’ ὑγιαίνουσιν, ὅταν ποτὲ κατὰ δῆξιν σφοδρὰν
17
γαστρὸς ἤ χολωδῶν πολλῶν διέξοδον ἤ τι τοιοῦτο
18
δεηθῶσι ῥοφήματος, ἕψοντας ἄχρι πλείστου τὸν χόνδρον, 6.498
1
ὡς γενέσθαι τακερὸν, εἶτα τορυνήσαντας, εἶτα ταράξαντας
2
, ὡς ὁμοιωθῆναι πτισάνης χυλῷ διηθημένῳ, τηνικαῦτα
3
διδόναι ῥοφήν. ἡ δ’ ἄρτυσις ἡ αὐτὴ τῷ πλυτῷ γίνεται
4
χόνδρῳ.