6
Κεφ. βʹ.Περὶ τῆς ἀπὸ τῶν πεζῶν ζώων τροφῆς.
7
Οὐ τὴν αὐτὴν ἅπαντα δύναμιν ἔχει τὰ μόρια τῶν ζώων, ἀλλ’
8
αἱ μὲν σάρκες, ὅταν καλῶς πεφθῶσιν, αἵματός εἰσιν ἀρίστου 6.661
1
γεννητικαί, καὶ μάλιστα ἐπὶ τῶν εὐχύμων ζώων, ὁποῖόν ἐστι
2
τὸ γένος τῶν ὑῶν· φλεγματικώτερα γὰρ τὰ νευρώδη μόρια.
3
πάντων μὲν οὖν ἐδεσμάτων ἡ σὰρξ τῶν ὑῶν ἐστι τροφιμωτάτη,
4
καὶ τούτου πεῖραν ἐναργεστάτην οἱ ἀθλοῦντες ἔχουσιν.
5
ἐπὶ γὰρ τοῖς ἴσοις γυμνασίοις ἑτέρας τροφῆς ἴσον ὄγκον ἐν
6
ἡμέρᾳ μιᾷ προσενεγκάμενοι, κατὰ τὴν ὑστεραίαν εὐθέως ἀσθενέστεροι
7
γίνονται· πλείοσι δ’ ἐφεξῆς ἡμέραις τοῦτο πράξαντες,
8
οὐκ ἀσθενέστεροι μόνον, ἀλλὰ καὶ ἀτροφώτεροι σαφῶς
9
φαίνονται, τὴν δ’ αὐτὴν τοῦ λόγου βάσανον ἔνεστί σοι καὶ
10
ἐπὶ τῶν ἐν παλαίστρᾳ διαπονουμένων παίδων ποιήσασθαι καὶ
11
τῶν ἄλλων ἡντιναοῦν ἐνέργειαν ἰσχυρὰν καὶ σφοδρὰν ἐνεργούντων,
12
ὁποία καὶ ἡ τῶν σκαπτόντων ἐστί. τὰ δὲ βόεια
13
κρέα τροφὴν μὲν καὶ αὐτὰ δίδωσιν οὐκ ὀλίγην, οὔτ’
14
εὐδιαφόρητον, αἷμα μέντοι παχύτερον, ἢ προσήκει, γεννᾷ.
15
εἰ δὲ καὶ φύσει τις εἴη μελαγχολικώτερος τὴν κρᾶσιν, ἁλώσεταί
16
τινι παθήματι τῶν μελαγχολικῶν, ἐν τῇ τούτων ἐδωδῇ
17
πλεονάσας. τοιαῦτα δ’ ἐστὶ πάθη καρκῖνοςκαρκίνος, ἐλέφας, ψώρα, 6.662
1
λέπρα, πυρετὸς τεταρταῖος, ἥ τ’ ἰδίως ὀνομαζομένη μελαγχολία.
2
καὶ σπλὴν δὲ ἐνίοις εἰς ὄγκον ᾔρθη διὰ τοιοῦτον
3
χυμὸν, ᾧ καχεξία τε καὶ ὕδεροι πολλάκις ἠκολούθησαν. ὅσον
4
δ’ ἐν τῷ πάχει τῆς ὅλης οὐσίας ἑαυτῶν τὰ βόεια κρέα τῶν
5
ὑείων πλεονεκτεῖ, τοσούτῳ τῇ γλισχρότητι τὰ ὕεια τῶν βοείων.
6
εἰς πέψιν δὲ πολὺ βελτίω τὰ τῶν ὑῶν ἐστι, τοῖς μὲν
7
ἀκμάζουσι καὶ ἰσχυροῖς καὶ διαπονουμένοις τὰ τῶν ἀκμαζόντων,
8
τοῖς δ’ ἄλλοις τὰ τῶν ἔτ’ αὐξανομένων. ὥσπερ δὲ ἐν
9
τοῖς ὑσὶν οἱ κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν ἐπιτήδειοι τοῖς
10
εὐεκτικοῖς νεανίσκοις εἰσὶν, οὕτω τῶν βοῶν οἱ πρὸ τῆς ἀκμῆς.
11
ξηρότερος γὰρ πολλῷ τὴν κρᾶσιν βοῦς ὑὸς, ὥσπερ γε καὶ
12
ἀκμάζων ἀνὴρ παιδός. εἰκότως οὖν, ὅσα μὲν φύσει ζῶα
13
ξηροτέραν ἔχει τὴν κρᾶσιν, ὑπὸ τῆς νεότητος εἰς συμμετρίαν
14
αὐτὴν ὠφελεῖται· τῶν δ’ ὑγροτέρων ἡ φύσις ἀπὸ
15
τῆς ἀκμαστικῆς ἡλικίας προλαμβάνει τὸ λοιπὸν εἰς τὴν προσήκουσαν
16
εὐκρασίαν. οὐ μόνον οὖν οἱ μόσχοι τῶν τελείων βοῶν
17
ἀμείνους εἰς πέψιν ἔχουσι τὰς σάρκας, ἀλλὰ καὶ οἱ ἔριφοι τῶν 6.663
1
αἰγῶν. ἧττον μὲν γὰρ βοὸς ἡ αἲξ ξηρὰ τὴν κρᾶσίν ἐστιν,
2
ἀλλ’ ἀνθρώπῳ καὶ συῒ παραβαλλομένη πολὺ διαφέρει.
3
τῆς δὲ ὑὸς σαρκὸς πρὸς τὴν ἀνθρώπου ὁμοιότητα καταμαθεῖν
4
ἔνεστι κᾀκ τοῦ τινας ἐδηδοκότας ἀνθρωπείων κρεῶν
5
ὡς χοιρείων οὐδεμίαν ὑπόνοιαν ἐσχηκέναι κατά τε τὴν γεῦσιν
6
αὐτῶν καὶ τὴν ὀσμήν· ἐφωράθη γὰρ ἤδη τοῦτο γεγονὸς
7
ὑπὸ πονηρῶν πανδοχέων καὶ ἄλλων τινῶν. εἰκότως οὖν
8
οἱ χοῖροι περιττωματικωτέραν ἡμῖν εἰς τοσοῦτον παρέχουσι
9
τὴν τροφὴν, εἰς ὅσον τῶν μεγάλων ὑῶν εἰσιν ὑγρότεροι. εἰκότως
10
δὲ καὶ ἧττον τρέφουσιν· ἡ γὰρ ὑγροτέρα τροφὴ καὶ
11
ἀναδίδοται καὶ διαφορεῖται θᾶττον. ὑγροτάτην δὲ ἔχουσι καὶ
12
φλεγματώδη σάρκα καὶ οἱ ἄρνες. ἀλλὰ καὶ ἡ τῶν προβάτων
13
σὰρξ καὶ περιττωματικωτέρα τέ ἐστι καὶ κακοχυμοτέρα. κακόχυμος
14
δὲ καὶ ἡ τῶν αἰγῶν μετὰ δριμύτητος. ἡ δὲ τῶν
15
τράγων χειρίστη καὶ πρὸς εὐχυμίαν καὶ πρὸς πέψιν, ἐφεξῆς
16
δὲ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων. ἐν ἅπασι δὲ τούτοις
17
τὰ τῶν εὐνουχισθέντων ἀμείνω, τὰ δὲ πρεσβυτικὰ χείριστα
18
πρὸς πέψιν καὶ πρὸς εὐχυμίαν καὶ πρὸς θρέψιν, ὥσπερ καὶ 6.664
1
τῶν ὑῶν αὐτῶν, καίτοι ὑγρῶν ὄντων τὴν κρᾶσιν, οἱ γηράσαντες
2
ἔνια δὴ καὶ ξηρὰν καὶ δύσπεπτον ἔχουσι τὴν σάρκα.
3
καὶ ἡ τῶν λαγωῶν δὲ σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητικὴ,
4
βελτίων δὲ εἰς εὐχυμίαν, ἢ κατὰ βοῦς καὶ πρόβατα.
5
κακόχυμος δὲ τούτων οὐχ ἧττόν ἐστι καὶ ἡ τῶν ἐλάφων καὶ
6
δύσπεπτος. ἡ δὲ τῶν ἀγρίων ὄνων, ὅσοι γ’ εὔεκτοι καὶ νέοι,
7
πλησίον ἥκει τοῖςδετοῖσδε. καίτοι καὶ τῶν ἡμέρων ὄνων γηρασάντων
8
ἔνιοι τὰ κρέα προσφέρονται, κακοχυμότατα καὶ δυσπεπτότατα
9
καὶ κακοστόμαχα καὶ προσέτι καὶ ἀηδῆ κατ’ ἐδωδὴν
10
ὄντα, καθάπερ καὶ τὰ τῶν ἵππων τε καὶ καμήλων, ὧν
11
καὶ αὐτῶν ἐσθίουσιν οἱ ὀνώδεις τε καὶ καμηλώδεις ἄνθρωποι
12
τὴν ψυχὴν καὶ τὸ σῶμα. καὶ τῶν ἄρκτων δ’ ἔνιοι προσφέρονται,
13
καὶ τὰ τούτων ἔτι χείρω λεόντων τε καὶ παρδάλεων,
14
ἤτοι γ’ ἅπαξ ἕψοντες, ἢ δίς. εἴρηται δὲ ἔμπροσθεν,
15
ὁποῖον τι τὸ δὶς ἕψειν ἐστί. περὶ δὲ τῶν κυνῶν τί δεῖ καὶ
16
λέγειν; ὡς τοὺς νέους τε καὶ λιπαροὺς αὐτῶν, καὶ μάλισθ’
17
ὅταν εὐνουχισθῶσι, κατ᾿ ἔνια τῶν ἐθνῶν ἐσθίουσι πάμπολλοι. 6.665
1
καὶ πρὸς τούτοις τά τε τῶν πανθήρων οὐκ ὀλίγοι,
2
καθάπερ γε καὶ τὰ τῶν ὄνων, ὅταν εὐεκτοῦντες τύχωσιν,
3
ὥσπερ οἱ ἄγριοι. ταῦτα μὲν οὐ μόνον ἐσθίουσιν, ἀλλὰ καὶ
4
ἐπαινοῦσιν ἔνιοι τῶν ἰατρῶν. τὰ δὲ τῶν ἀλωπέκων ἐν φθινοπώρῳ
5
καὶ οἱ παρ’ ἡμῖν κυνηγέται προσφέρονται· πιαίνονται
6
γὰρ ὑπὸ τῶν σταφυλῶν. καὶ τῶν ἄλλων δὲ ζώων ὅσα τὰς
7
οἰκείας ἀφθόνως τροφὰς ἔχουσι, ταῦτα πολὺ βελτίω σφῶν
8
αὐτῶν εἰς ἐδωδὴν γίνονται, καθάπερ γε καὶ χείρω τἀναντία.
9
καὶ ὅσα γε τὰς ἐκ τῆς γῆς ἀνιούσας πόας ἢ τῶν δένδρων
10
ἀκρέμονας ἢ βλάστας ἐσθίει, καθ᾿ ὃν ἂν καιρὸν εὐπορῇ δαψιλῶς
11
τούτων, εὐεκτικώτερα γίνεται καὶ πιαίνεται καὶ πρὸς
12
τροφὴν ἡμῖν ἐπιτηδειότερα πάντα καθίσταται. καὶ διὰ τοῦτο
13
τὰ μὲν τὴν βαθεῖαν πόαν νέμεσθαι δεόμενα λεπτὰ καὶ
14
κακόχυμα γίνεται κατά τε τὸν χειμῶνα καὶ τὰ πρῶτα καὶ
15
μέσα τοῦ ἦρος, ὥσπερ οἱ βόες, εὐχυμότεροί τε καὶ παχύτεροι
16
σαφῶς γινόμενοι τοῦ χρόνου προϊόντος, ὅταν αὐξάνηται καὶ
17
παχύνηται καὶ εἰς εὐκάρπησιν ἡ πόα προέρχηται· τὰ δ’ ὑπὸ
18
τῆς μικρᾶς τρέφεσθαι δυνάμενα βελτίω κατά τε τὰ πρῶτα 6.666
1
καὶ τὰ μέσα τοῦ ἦρός ἐστιν, ὥσπερ τὰ πρόβατα· κατὰ δὲ
2
τὴν ἀρχὴν καὶ τὰ μέσα τοῦ θέρους αἱ αἶγες, ἡνίκα βλάσται
3
πλεῖσται θάμνων εἰσὶν, ἃς ἔθος αὐταῖς ἐσθίειν. ὅταν οὖν
4
ἀκούσῃς μου παραβάλλοντος ἀλλήλοις εἴδη ζώων, ἐξέταζε
5
καὶ κρῖνε καὶ βασάνιζε καὶ τῇ πείρᾳ τὸν λόγον, οὐ τὸ καλῶς
6
τεθραμμένον τε καὶ πῖον ἰσχνῷ καὶ ἀτρόφῳ παραβάλλων,
7
οὐδὲ τὸ νέον τῷ γεγηρακότι, (μοχθηρὰ γὰρ ἥδε καὶ ἄδικος ἡ
8
κρίσις,) ἀλλὰ τὸ καθ’ ἕκαστον εἶδος καὶ γένος, ἢ ὅπως ἂν
9
θέλοις ὀνομάζειν, ἄριστα διακείμενον ἑτέρῳ τοιούτῳ. οὐκ
10
οὖν ἔτι δεήσομαι λόγων μακρῶν εἰς τὸ τὰ καθ’ ἕκαστον
11
ἔθνος ἐπιχώρια τῶν ζώων ἅπαντα διέρχεσθαι, καθάπερ ἐν
12
Ἰβηρίᾳ τὸ τοῖς λαγωοῖς ὅμοιον ζωΰφιον, ὃ καλοῦσι κουνίκουλον,
13
ἐν Λευκανίᾳ δὲ τῆς Ἰταλίας τὸ μεταξύ πως ἄρκτου τε
14
καὶ συὸς, ὥσπερ γε καὶ τὸ τῶν ἀρουραίων μυῶν καὶ τῶν καλουμένων
15
ἐλειῶν ἐν μέσῳ, κατά τε τὴν αὐτὴν χώραν τῆς Ἰταλίας
16
ἐν ἄλλοις τε πολλοῖς τόποις ἐσθιόμενον. ὅσα γὰρ εὔτροφα
17
τῶν τοιούτων ζώων ἐστὶ καὶ σαφῶς πίονα, ταῦτα τῇ 6.667
1
πείρᾳ βασάνιζε, τοὺς τρόπους τῆς σκευασίας αὐτῶν, οὓς ἐξ
2
ἐμπειρίας ἔμαθεν ἕκαστος τῶν ἐπιχωρίων, ἀκούων τε καὶ
3
μανθάνων παρ’ ἐκείνων. ὁποία δ’ ἐστὶν ἡ δύναμις αὐτῶν
4
ἑκάστου, ἤδη σοι πάρεστι καὶ παρ’ ἐμοῦ μανθάνειν. ὅσα μὲν
5
γὰρ ὀπτῶντες ἢ τηγανίζοντες ἐσθίουσι, ξηροτέραν τροφὴν
6
διδόασι τῷ σώματι, ὅσα δὲ ἐν ὕδατι προαφέψουσιν, ὑγροτέραν,
7
ὅσα δ’ ἐν ταῖς λοπάσιν ἀρτύοντες, ἐν τῷ μεταξὺ
8
τούτων ἐστί. καὶ τούτων δ’ αὐτῶν οὐ σμικρὰ διάφορα γίνεται
9
παρὰ τὸν τρόπον τῆς ἀρτύσεως. ὅσα μὲν γὰρ δαψιλῶς
10
οἴνου ἔχει καὶ γάρου, ξηρότερα τῶν μὴ ἐχόντων ἐστί· τὰ δὲ
11
τούτων μὲν ἐνδεέστερα, ἤτοι δὲ σίραιον ἔχοντα πλέον, ὅ
12
τινες ἕψημα καλοῦσιν, ἢ κατὰ τὸν ὀνομαζόμενον ἁπλοῦν καὶ
13
λιτὸν καὶ λευκὸν ζωμὸν ἥψηται, πολλῷ τῶν προειρημένων
14
ἐστὶν ὑγρότερα· τὰ δὲ ἀπὸ ὕδατος μόνου καὶ τούτων ἐστὶν
15
ἔθ’ ὑγρότερα. μεγίστη δὲ ἐν τῇ σκευασίᾳ διαφορὰ γίνεται καὶ
16
κατὰ τὴν τῶν ἐπεμβαλλομένων αὐτοῖς δύναμιν, ἁπάντων
17
μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον. ἔστι δὲ ταῦτα
18
σπέρματα μὲν ἀνήθου καὶ σελίνου καὶ κάρου καὶ λιβυστικοῦ 6.668
1
καὶ κυμίνου καί τινα τοιαῦθ’ ἕτερα, τῶν φυτῶν δ’
2
αὐτῶν πράσα καὶ κρόμμυα καὶ ἄνηθα καὶ θύμα καὶ θύμβρα
3
καὶ γλήχων καὶ ἡ εὐώδης μίνθη καὶ ὀρίγανος, ὅσα τε ἄλλα
4
τοιαῦτα, τῆς ὀψαρτυτικῆς ὄντα πραγματείας, ἣν νῦν οὐ πρόκειται
5
διέρχεσθαι. τὴν παραβολὴν δὲ τῆς διαφορᾶς τῶν ζώων
6
ὥσπερ ἔμπροσθεν ἔφαμεν χρῆναι ποιεῖσθαι τῶν ἄριστα ταῖς
7
ἕξεσιν ἐχόντων, οὕτω καὶ νῦν τῶν ἐσκευασμένων κάλλιστα
8
γινέσθω. ταῦτα μὲν οὖν αὐτάρκη σοι περὶ τῆς τῶν πεζῶν
9
ζώων σαρκὸς ἠκηκοέναι· περὶ δὲ τῶν ἄλλων μορίων, ὡς
10
ἔχει τῆς δυνάμεως, ἐφεξῆς ἀκούσῃ μετὰ τὸν περὶ τῶν κοχλιῶν
11
λόγον.