12
Κεφ. ξβʹ.Περὶ γογγυλίδων.Εἴτε γογγυλίδα καλεῖν,
13
εἴτε βουνιάδα βούλοιο τὸ φυτὸν τοῦτο, λαχανῶδες μὲν
14
αὐτοῦ τὸ τῆς γῆς ἐξέχον, ἡ δ’ ἐν αὐτῇ περιεχομένη ῥίζα,
15
πρὶν μὲν ἑψηθῆναι, σκληρὰ καὶ ἄβρωτος ὑπάρχει, δι’ ὕδατος
16
δ’ ἑψηθεῖσα θαυμάσαιμ’ ἂν εἴ τινος τῶν ὁμογενῶν φυτῶν
17
ἔλαττον τρέφοι, πολυειδῶς δὲ καὶ ταύτην σκευάζουσιν ἄνθρωποι 6.649
1
ἄχρι τοῦ συντιθέναι δι’ ἅλμης ἢ ὄξους, ὡς ἔχειν
2
εἰς ὅλον ἐνιαυτὸν χρῆσθαι. χυμὸν δ’ ἀναδίδωσιν εἰς τὸ σῶμα
3
παχύτερον τοῦ συμμέτρου, διὸ κἂν καὶ πλεονάσῃ τις ἐπὶ
4
τῆς ἐδωδῆς αὐτοῦ, καὶ μάλιστα ἐάν τις ἐνδεῶς ἐν τῇ γαστρὶ
5
πέττῃ αὐτὴν, ἀθροίσει τὸν καλούμενον ὠμὸν χυμόν. εἰς
6
ὑποχώρησιν δὲ γαστρός οὔτ’ ἐναντιοῦσθαι ἂν αὐτήν τις οὔτε
7
συντελεῖν φαίη, καὶ μάλισθ’ ὅταν ἑψηθῇ καλῶς. χρήζει γὰρ
8
αὐτὴ πλείονος ἑψήσεως, καὶ γίνεται καλλίστη δὶς ἑψηθεῖσα,
9
καθότι λέλεκται πρόσθεν ὑπὲρ τῆς τοιαύτης σκευασίας. εἰ
10
δ’ ὠμοτέρα ληφθείη, δυσπεπτότερός ἐστὶ καὶ φυσώδης
11
καὶ κακοστόμαχος, ἐνίοτε δὲ καὶ δῆξιν ἐργάζεται κατὰ τὴν
12
γαστέρα.