1
Κεφ. μʹ.Περὶ οἴνου.Ὅτι μὲν ἐκ τῶν τρεφόντων
2
ἐστιν ὁ οἶνος, ἅπαντες ὁμολογοῦσι· καὶ εἴγε τὸ τρέφον ἅπαν
3
τροφή ἐστι, ῥητέος ἂν εἴη ἐκ τοῦ γένους τῶν τροφῶν καὶ ὁ
4
οἶνος. ἀλλ’ ἔνιοί γε τῶν ἰατρῶν οὔ φασι δεῖν ὀνομάζειν
5
τροφὴν αὐτόν· ἀντιδιαιρεῖσθαι γοῦν κατὰ τοὺς λόγους τῇ
6
τροφῇ τὸ ποτὸν, ὅπερ καὶ πόμα προσαγορεύεται, καθάπερ
7
γε καὶ ἡ τροφὴ σιτίον τε καὶ ἐδεστὸν ἔδεσμα. τροφὴν
8
μὲν οὖν διὰ ταῦτα καλεῖν οὐκ ἀξιοῦσι τὸν οἶνον, ὁμολογοῦσι
9
μὴν τρέφειν αὐτὸν, οὗ νῦν εἰς τὰ παρόντα
10
δεόμεθα. καὶ εἴπερ καὶ ἄλλας τινὰς ὕλας τρέφειν μὲν συνεχώρουν,
11
ἐκώλυον δὲ τροφὰς ὀνομάζειν, τὴν ἁπασῶν αὐτῶν
12
διδασκαλίαν εἰς ἕνα λόγον συλλέγοιμεν ἄν· ὅταν δὲ οὐκ ἐθέλωσιν
13
τὸν μόνον οἶνον ὀνομάζειν τροφὴν, καίτοι τρέφοντα,
14
συγχωρήσουσιν ἡμῖν, τῷ περὶ τῶν τροφῶν λόγῳ βραχὺν
15
ὄντα τὸν περὶ τῶν οἴνων προσθεῖναι. ἃς γὰρ Ἱπποκράτης
16
δυνάμεις εἶπεν ἐν τῷ περὶ διαίτης ὀξέων, οὐχ ὡς τροφῆς εἰσιν,
17
ἀλλ’ ὡς φαρμάκου μᾶλλον. ἐκείνας μὲν οὖν ἐν τῷ τρίτῳ
18
τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων ἐξηγήμεθα, κᾀν τῇ 6.744
1
τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ καὶ τῇ τῶν ὑγιεινῶν·
2
ἐν δὲ τῷ νῦν ἐνεστῶτι λόγῳ τὰς ἐν τῷ τρέφειν αὐτοῦ διαφορὰς
3
ἐροῦμεν, ἐντεῦθεν ἀρξάμενοι. ἁπάντων οὖν τῶν οἴνων
4
οἱ ἐρυθροί τε ἅμα καὶ παχεῖς εἰς αἵματος γένεσιν ἐπιτηδειότατοι,
5
βραχυτάτης δεόμενοι τῆς εἰς αὐτὸ μεταβολῆς, ἐφεξῆς
6
δὲ αὐτῶν οἱ μέλανές τε καὶ γλυκεῖς καὶ παχεῖς, εἶθ’ οἱ
7
κατὰ τὴν χρόαν ἐρυθροὶ καὶ μέλανες, ἐν δὲ τῇ συστάσει παχεῖς,
8
ἔχοντες ἅμα τούτοις τι καὶ στυφούσης ποιότητος. τούτων
9
δὲ ἧττον οἱ λευκοί τε ἅμα καὶ παχεῖς καὶ στρυφνοὶ τρέφειν
10
πεφύκασιν. ἁπάντων δ’ ἥκιστα τρέφουσιν οἱ λευκοὶ
11
μεν τῇ χρόᾳ, λεπτοὶ δὲ τῇ συστάσει, παραπλήσιοί πως ὄντες
12
ὕδασι τοῖς εἰς τὸ καλούμενον ὑδρόμελι ἐπιτηδείοις. ὅτι μὲν
13
οὖν οἱ παχεῖς οἶνοι τροφιμώτεροι τῶν λεπτῶν εἰσιν, ἥ τε
14
φύσις αὐτῶν ἐνδείκνυται καὶ ἡ πεῖρα μαρτυρεῖ. πέττονται
15
δὲ κατὰ τὴν γαστέρα καὶ ἀναδίδονται μᾶλλον οἱ γλυκεῖς τῶν
16
αὐστηρῶν, ὡς ἂν καὶ θερμότεροι ὄντες τὴν δύναμιν. οἱ δὲ
17
παχεῖς πάνυ πέττονται μὲν βραδύτερον, ὥσπερ γε καὶ ἀναδίδονται,
18
γαστρὸς δ’ ἰσχυροτέρας ἐπιτυχόντες, ὡς πεφθῆναι 6.745
1
καλῶς, πλέονα τροφὴν διδόασι τῷ σώματι. πρόδηλον δ’, ὅτι,
2
καθάπερ εἰς τὸ τρέφειν εἰσὶ βελτίους τῶν λεπτοτέρων, οὕτως
3
εἰς οὔρησιν χείρους.