10
Κεφ. ναʹ.Περὶ κινάρας.Καλοῦσι δ’ αὐτὴν πάντες
11
οἱ φεύγοντες τὸ συνήθες, οὐ διὰ τοῦ κ καὶ τοῦ ι τὴν
12
πρώτην συλλαβὴν ὀνομάζοντες, ἀλλὰ διὰ τοῦ κ καὶ υ. κακόχυμον
13
δέ ἐστιν ἔδεσμα, καὶ μάλισθ’ ὅταν ἤδη σκληροτέρα γένηται,
14
καὶ γὰρ τὸν χολώδη χυμὸν ἐν ἑαυτῇ πλείονα τηνικαῦτα
15
ἴσχει, καὶ τὴν ὅλην οὐσίαν σκληρωδεστέραν, ὥστ’ ἐκ μὲν
16
ταύτης μελαγχολικόν γεννᾶσθαι χυμὸν, ἐκ δὲ τοῦ χυλοῦ τοῦ
17
κατ’ αὐτὴν λεπτὸν καὶ πικρόχολον, ἄμεινον οὖν ἀφέψοντας
18
αὐτὴν οὕτως ἐσθίειν, εἰ μὲν δι’ ἐλαίου καὶ γάρου καὶ 6.637
1
οἴνου προσφέροιτό τις, ἐπεμβάλλοντα κορίανον, εἰ δὲ ἐν λοπάδι
2
σκευάζων ἢ ταγηνίζων, ἄνευ τουτωνὶ πολλοὶ γὰρ
3
οὕτως ἐσθίουσι τὰς οἷον κεφαλὰς αὐτῶν ἃς ὀνομάζουσι
4
σπονδύλους.