Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


1 Κεφ. στʹ.Περὶ σικύων.Οὐρητικὸν μὲν ἔχουσίν τι καὶ
2 αὐτοὶ, καθάπερ οἱ πέπονες, ἀλλ’ ἧττον ἐκείνων, τῷ καὶ τὴν
3 οὐσίαν αὐτῶν ἧττον ὑγρὰν εἶναι. διὰ τοῦτο οὐδὲ διαφθείρονται
4 ῥᾳδίως ἐν τῇ γαστρὶ παραπλησίως τοῖς πέποσι.
5 πέττουσι δ’ αὐτοὺς ἔνιοι, καθάπερ καὶ ἄλλα πολλὰ τῶν
6 πολλοῖς ἀπεπτουμένων, οἰκειότητι τῆς πρὸς αὐτῶν φύσεως,
7 ἣν ἔν τε τοῖς περὶ κράσεων ὑπομνήμασι καὶ μάλιστ’ ἔτι
8 κατὰ τὴν περὶ τῶν φαρμάκων, δεικνύντες ὅλαις τῶν οὐσιῶν
9 ταῖς ἰδιότησιν οἰκείας εἶναι τροφὰς ἑκάστῳ γένει τῶν ζώων,
10 ὄνοις μὲν καὶ ἵπποις ἄχυρον, καὶ χόρτον, καὶ κριθὰς, ὅσα
11 τ’ ἄλλα τοιαῦτα, λεῶντι δὲ σάρκας ζώων ὠμὰς, ἀνθρώπῳ
12 δ’ ἑφθάς τε ταύτας πάσας, καὶ ἄρτους ἐκ τῶν σιτηρῶν
13 σπερμάτων κατειργασμένους, ὥσπερ εἴρηται. καὶ μὴν καὶ
14 τὸν ἑλλέβορον οἱ ὄρτυγες, ὥσπερ καὶ οἱ ψᾶρες τὸ κώνειον,
15 ἐσθίοντες  οὐδὲν βλάπτονται, καθάπερ οὐδὲ τοὺς
16 ὀρόβους οἱ βόες. τὰς μὲν οὖν εὐπέπτους καὶ δυσπέπτους.
17 ἑκάστῳ τροφὰς ἤτοι κατὰ τὴν ἰδιότητα τῆς οὐσίας, 6.568
1 κατά τι σύμπτωμα τῇ πείρᾳ κριτέον. ὁποῖον δέ τι λέγω τῶ
2 κατά τι σύμπτωμα, διὰ τοῦ πρώτου βιβλίου δεδήλωται.
3 τοῖς γὰρ ἤτοι χολώδη χυμὸν ἔχουσιν, ὅλως περίττωμα
4 μοχθηρὸν ὁτιοῦν ἀθροίζουσι πολλάκις ἐν τῇ γαστρὶ διαφθείρεται
5 ταχέως, ὅσα τὴν φύσιν εὔπεπτον ἔχει, καθάπερ
6 ἐνίοις τῶν ἀνθρώπων, ὅσοι τὸ σύμφυτον θερμὸν οὔθ’
7 ὑγρὸν, οὔθ εὔκρατον, ἀλλ’ αὐχμῶδές τε καὶ πυρῶδες ἔχουσι,
8 καὶ γὰρ καὶ τούτοις διαφθείρεται ῥᾳδίως ἀλλοιούμενα τὰ
9 μάλιστα ἐπὶ τῶν ἄλλων εὔπεπτα, καὶ γίγνεται τούτοις
10 ἐρυγὴ κνισσώδης τοὐπίπαν. ἀλλ’ ἐκείνου μέμνησο διὰ παντὸς,
11 ὡς, κἂν πέττῃ τις ὁτιοῦν τῶν δυσπέπτων τοῖς πολλοῖς,
12 γε ἐξ αὐτοῦ χυμὸς ἀναδιδόμενος εἰς τὸ σῶμα τὴν αὐτὴν
13 ἔχει φύσιν. οὐ γὰρ οἷόν τε τὸν ἐκ τοῦ πέπονος χυμὸν
14 παχὺν καὶ γεώδη γενέσθαι, κἂν κάλλιστα πεφθῇ, καθάπερ
15 οὐδὲ τὸν ἐκ τῆς φακῆς τῶν βοείων κρεῶν ὑδατώδη τε
16 καὶ ὑγρὸν, ὅν περ καὶ λεπτὸν τῇ συστάσει καλοῦσιν. ἐν
17 τούτῳ δ’ ἐστὶν μάλιστα τὸ χρήσιμον εἰς ὑγείας τε φυλακὴν 6.569
1 καὶ νόσων τήρησιν, ὡς ἑτέρωθί τε δέδεικται καὶ νῦν εἰρήσεται
2 πάλιν ὲν κεφαλαίοις βραχέσι, προιόντος τοῦ λόγου.
3 τοῖς οὖν τοὺς σικύους καλῶς πέττουσι, ὅταν αὐτῷ τούτῳ
4 θαρσήσαντες ἄδην αὐτῶν ἐμφορήσωνται, χρόνῳ πολλῷ ψυχρὸν
5 καὶ μετρίως παχὺν ἀθροίζεσθαι συμβαίνει κατὰ τὰς
6 φλέβας χυμὸν, οὐκ εὐπετῶς ἔτι δέξασθαι δυνάμενον τὴν εἰς
7 αἷμα χρηστὸν ἀλλοίωσιν ἐν τῇ κατὰ τὰς φλέβας πέψει. πάντων
8 δὴ διὰ τοῦτο ἀπέχεσθαι συμβουλεύω τῶν κακοχύμων
9 ἐδεσμάτων, κὰν εὔπεπτά τισιν . λανθάνει γὰρ ἐν χρόνῳ
10 πλείονι μοχθηρὸς ὲν ταῖς φλεψὶ χυμὸς ἐξ αὐτῶν ἀθροιζόμενος,
11 ὃς, ἐπειδὰν ἀφορμῆς ὀλίγης εἰς σῆψιν ἐπιλάβηται,
12 πυρετοὺς κακοήθεις ἐργάζεται.