5
Κεφ. λθʹ.Περὶ τῆς δι’ αὐτῶν τῶν φυτῶν τροφῆς.
6
Οὐ μόνον σπέρματα καὶ καρποὺς τῶν φυτῶν ἐσθίομεν, ἀλλὰ
7
καὶ αὐτὰ, πολλάκις μὲν ὅλα, πολλάκις δὲ ῥίζας μόνον, ἢ
8
ἀκρέμονας, ἢ τὰ νέα βλαστήματα, κατὰ τὴν ἐπείγουσαν ἑκάστοτε
9
χρείαν. ἀποῤῥίπτειν γοῦν εἰωθότες οἱ παρ’ ἡμῖν ἄνθρωποι
10
τόν τε καυλὸν καὶ τὰ φύλλα τῶν γογγυλίδων, ἃς
11
καὶ βουνιάδας ὀνομάζουσιν, ἐσθίουσιν ἐνίοτε καὶ ταῦτα
12
ἐν ἀπορίᾳ καταστάντες ἀμεινόνων ἐδεσμάτων, οὕτω τε καί
13
τὰ τῶν ῥαφανίδων, καὶ τὰ τῶν καλουμένων ἐπιχωρίῳ φωνῇ
14
παρ’ ἡμῖν ῥαπιῶν. ἔστι δὲ, ὡς ἄν τις εἴποι, ῥαφανὶς ἀγρία
15
τὸ φυτὸν τοῦτο. καὶ πύρεθρον δὲ καὶ σία, καὶ ἱπποσέλινα,
16
καὶ μάραθρα, σκάνδικα καὶ κιχώρια, καὶ χονδρίλας, καὶ
17
γιγγίδια, καὶ δαύκους, καὶ πλείστων δένδρων τε καὶ θάμνων
18
τὰς ἁπαλὰς βλάστας ἕψοντες ἐσθίουσιν οἱ ἄνθρωποι πολλάκις 6.623
1
ὑπὸ λιμοῦ βιαζόμενοι, τινὰ δὲ καὶ χωρὶς λιμοῦ, καθάπερ
2
ἔνιοι τὴν κορυφὴν τοῦ φοίνικος, ἣν ὀνομάζουσιν ἐγκέφαλον
3
αὐτοῦ. τί δεῖ λέγειν ἔτι περὶ τῶν ἁπαλῶν ἀκανθῶν; εἰσὶ
4
γὰρ αὗταί γε καὶ χωρὶς λιμοῦ δι’ ὄξους ἐσθιόμεναι καὶ γάρου
5
μέτριον ἔδεσμα. προσεπιβάλλουσι δὲ ἔνιοι καὶ τοὔλαιον αὐταῖς,
6
μάλιστα ὅταν ἐν ὕδατι προαποζεσθῶσι· διττῶς γὰρ αὐταῖς
7
χρῶνται, πολλάκις μὲν ὠμαῖς, ἐνίοτε δὲ καὶ ἑψημέναις.
8
ἀκανθώδη δὲ λέγω φυτὰ σκολύμους, ἀτρακτυλίδας, ἠρύγγιόν
9
τε καὶ κνίζον καὶ ἀτραγίδα, καὶ τὴν καλουμένην λευκάκανθον,
10
ἔτι τε τὸ ἕτερον εἶδος τοῦ χαμαιλέοντος, ὧν ἔνια τινὲς τῶν
11
κατὰ τοὺς ἀγροὺς ἐμβαλόντες εἰς ὄξος ἢ ἅλμην, ἀποτίθενται
12
αὐτὰ, καθάπερ καὶ τὰς γογγυλίδας καὶ τὰ κρόμμυα καὶ
13
τὰ ἀμπελόπρασα καλούμενα καὶ πύρεθρα, ἕτερά τε τοιαῦτα.
14
τούτου δέ πως τοῦ γένους ἐστὶ καὶ κιβώρια καὶ κολοκάσια,
15
καὶ τὸ καλούμενον ἄβατον. πρόδηλον δ’, ὅτι πρὸς τῷ βραχεῖαν
16
τροφὴν διδόναι τῷ σώματι κακόχυμα πάντ’ ἐστὶ ταῦτα.
17
καί τινά γ’ αὐτῶν ἐστι κακοστόμαχα, πλὴν, ὡς ἔφην, τῶν
18
ἀκανθῶν ἄρτι τῆς γῆς ἀνισχουσῶν. ὅσα δ’ αὐτῶν ἐμβάλλοντες 6.624
1
εἰς ἅλμην ἢ ὄξος ἀποτίθενται καὶ φυλάσσουσιν εἰς ὅλον
2
τὸν ἑξῆς ἐνιαυτὸν, ἐπικτᾶταί τι παρὰ τῆς σκευασίας προκλητικὸν
3
εἰς ἐδωδὴν, εἰ μετρίως αὐτῶν τις γεύοιτο, καθάπερ οἵ
4
τε τῆς ἄγνου βλαστοὶ καὶ οἱ τῆς τερμίνθου. ταῦτα μὲν οὖν
5
ἐν τοῖς ἀγρίοις φυτοῖς ἀριθμοῦσι, καὶ κοινῇ περὶ αὐτῶν αὔταρκες
6
ἐγνωκέναι, κακόχυμα πάντ’ εἶναι. περὶ δὲ τῶν ἡμέρων,
7
οὐ κατὰ κοινὸν λόγον, ἀλλ’ ἰδίᾳ τὴν ἑκάστου δύναμιν
8
ἐπίστασθαι πολὺ κάλλιστόν ἐστι, καὶ μάλιστα τῶν συνεχῆ
9
τὴν χρῆσιν ἐσχηκότων, ἃ καὶ δι’ αὐτὸ τοῦτο σπουδάζεται τοῖς
10
ἀνθρώποις, ὑπὸ μακράς πείρας βασανισθέντα τῶν ἄλλων εἶναι
11
βελτίω. καὶ τοίνυν ἤδη περὶ αὐτῶν ἐφεξῆς ἐρῶ, τὴν ἀρχὴν
12
ἀπὸ τῶν λαχάνων ποιησάμενος.