12
Κεφ. γʹ.Περὶ κοχλιῶν.Ὅτι μὲν οὖν οὔτε ἐν τοῖς
13
πτηνοῖς, οὔτε ἐν τοῖς ἐνύδροις ἀριθμεῖσθαι δεῖ τοῦτο τὸ
14
ζῶον, ἄντικρυς δῆλον. εἰ δὲ μηδ’ ἐν τοῖς πεζοῖς αὐτοῦ μνημονεύσομεν,
15
οὐδ’ ὅλως ἐροῦμέν τι περὶ τῆς ἐκ κοχλίου τροφῆς.
16
οὐ μὴν οὐδὲ παραλιπεῖν εὔλογον, ὥσπερ τοὺς ἐκ τῶν
17
ξύλων σκώληκας, ἐχίδνας τε καὶ τοὺς ἄλλους ὄφεις, ὅσα τε
18
κατ᾿ Αἴγυπτον καὶ ἄλλα τινὰ τῶν ἐθνῶν ἐσθίουσιν· οὔτε 6.669
1
γὰρ ἐκείνων τις ἀναγνώσεται ταῦτα, καὶ ἡμεῖς οὐκ ἄν ποτε
2
φάγοιμεν τῶν ἐκείνοις ἐδωδίμων. κοχλίας δὲ ὁσημέραι πάντες
3
Ἕλληνες ἐσθίουσιν, ἔχοντας μὲν σκληρὰν τὴν σάρκα, καὶ διὰ
4
τοῦτο δύσπεπτον, εἰ δὲ πεφθείη, τροφιμωτάτην. ὑπάρχει
5
δ᾿αὐτοῖς, ὥσπερ τοῖς ὀστρακοδέρμοις, χυλὸς ὑπακτικὸς γαστρὸς,
6
καὶ διὰ τοῦτο τινὲς ἀρτύοντες αὐτοὺς δι’ ἐλαίου καὶ
7
γάρου καὶ οἴνου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸς διαχώρησιν
8
τῶν κατὰ τὴν κοιλίαν. εἰ δὲ θελήσεις ὡς τροφίμῳ μόνῳ
9
ἐδέσματι χρήσασθαι τῇ σαρκὶ τοῦ ζώου τούτου, προαφεψήσας
10
ἐν ὕδατι μεταθήσεις εἰς ἕτερον ὕδωρ, εἶτα ἐν ἐκείνῳ
11
πάλιν ἑψήσας οὕτως ἀρτύσεις τε καὶ τὸ τρίτον ἑψήσεις ἄχρι
12
τοῦ κατατάκερον ἀκριβῶς γενέσθαι τὴν σάρκα. σκευασθεῖσα
13
γὰρ οὕτως ἐφέξει μὲν τὴν γαστέρα, τροφὴν δὲ ἱκανὴν παρέξει
14
τῷ σώματι.