Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


10 Κεφ. καʹ.Περὶ μήλων.Ἔστι μὲν οὐχ ἓν αὐτῶν
11 γένος, ὥσπερ οὐδὲ τῶν ἀπίων τε καὶ ῥοιῶν. ἔνια μὲν γὰρ
12 αὐστηρὸν ἔχει χυμὸν, ἔνια δ’ ὀξὺν γλυκὺν, ἔστι δ’ καὶ
13 μικτὸν ἐκ τούτων, ὡς ἅμα τε γλυκέα φαίνεται καὶ στύφοντα,
14 καί τινα ἕτερα μετὰ γλυκύτητος ὀξέα σαφῶς γίνεται, καὶ πρὸς
15 τούτοις ἄλλα στρυφνὰ μετ ὀξύτητος. εὕροις δ’ ἄν ποτε καὶ
16 τῶν τριῶν χυμῶν ἔνια μετέχοντα σαφῶς, ὡς ὀξέα τε φαίνεσθαι
17 καὶ γλυκέα καί τι καὶ στρυφνότητος ἔχειν. ὅτι δὲ μίαν 6.595
1 ἑρμηνεύει ποιότητα τὰ τρία ταῦτα ὀνόματα χυμοῦ, τὸ στύφον
2 καὶ αὐστηρὸν καὶ στρυφνὴν, πρόδηλον· ὅτι δὲ τὰ μὲν στρυφνὰ
3 τῷ μᾶλλον στύφειν διαφέρει τῶν αὐστηρῶν, κοινὸν δ’ αὐτῶν
4 γένος ἐστὶ τὸ στέφον, ἐν τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν
5 φαρμάκων δυνάμεως ἔμαθες, ἐν περὶ τῆς τῶν χυμῶν οὐσίας
6 τε καὶ δυνάμεως λόγος ἐστίν. ἀναμνησθεὶς οὖν ἐκείνων,
7 ὅσα μὲν στύφει μῆλα, ψυχρὸν ἴσθι ἔχειν καὶ γεώδη χυμόν·
8 ὅσα δ’ ὀξέα φαίνεται, ψυχρὸν μὲν, ἀλλὰ λεπτομερῆ· μέσης
9 δ’ εἶναι κράσεως τὰ γλυκέα, πρὸς τὸ θερμότερον ῥέποντα,
10 καθάπερ τὰ τελέως ἄποια καὶ οἷον ὑδατώδη πρὸς τὸ ψυχρότερον
11 ἐγκεκλιμένα. χρήσῃ τοιγαροῦν κατὰ τὰς τῶν ἐπικρατούντων
12 δυνάμεις χυμῶν τοῖς μὲν αὐστηροῖς μήλοις, ὅταν ἤτοι
13 διὰ δυσκρασίαν θερμὴν ὑγρότητα πολλὴν ἄτονος
14 γαστὴρ ὑπάρχῃ, τοῖς στρυφνοῖς δὲ, ὅταν ἱκανῶς αὐξηθῇ ταῦτα,
15 τοῖς δ’ ὀξέσιν, ὅταν ὑπολάβῃς ἐν αὐτῇ παχὺν ἠθροῖσθαι
16 χυμὸν, οὐ πάνυ τι ψυχρόν. ὡς γε ψυχρὸς οὐ τῶν ὀξέων,
17 ἀλλὰ τῶν δριμέων δεῖται· τέμνει μὲν γὰρ ἄμφω πάχος χυμῶν, 6.596
1 τά τ’ ὀξέα καὶ τὰ δριμέα, διαφέρει δὲ τῷ τὰ μὲν μετὰ ψύξεως,
2 τὰ δὲ μετὰ θερμασίας τοῦτο δρᾷν. εὔδηλον δὲ ἐκ τῶν ἤδη
3 πολλάκις εἰρημένων, ὡς τὰ μὲν στύφοντα τὰς κάτω διαχωρήσεις
4 ἐπέχει διαπαντὸς, ὅσον ἐφ᾿ ἑαυτοῖς, τὰ δ’ ὀξέα, χυμὸν
5 μὲν εὑρόντα παχὺν ἐν τῇ γαστρὶ, τέμνει τε τοῦτον, ὑπάγει τε
6 κάτω καὶ διὰ τοῦτο ὑγραίνει τὰ διαχωρήματα, καθαρὰν δ’ εὑρόντα
7 τὴν κοιλίαν, ἐπέχει μᾶλλον αὐτήν. δὲ γλυκὺς ἄνευ
8 δριμύτητός τε καὶ πάχους, τουτέστι ν ἐὰν ἀκριβῶς μόνος,
9 ἀναδίδοται μᾶλλον, ὅσον ἐφ᾿ ἑαυτῷ, δριμύτητα δ’ ἔχων
10 πάχος ὑπέρχεται μᾶλλον. ἔστι δέ τι καὶ ἄλλο χυμοῦ γένος,
11 οὐκ ἐν μήλοις μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, καλοῦσιν
12 ὑδατῶδές τε καὶ ἄποιον, ὡς καὶ πρόσθεν εἶπον, ἥκιστα
13 μὲν εὐστόμαχον, ἐν τῷ μέσῳ δὲ ὂν ὧν διῆλθον δυνάμεων, ὥσπερ
14 καὶ τὸ ὕδωρ αὐτό. κακία δ’ ἐστὶν ἐν μήλῳ τὸ τοιοῦτον, τῶν ἐπὶ
15 τὴν ἐδωδὴν αὐτοῦ παραγινομένων δέ ἡδονὴν τοῦτο πραττόντων,
16 δι’ ὠφέλειαν. ὅταν οὖν μήθ’ ἡδέα φαγεῖν τοιαῦτα, μήτε
17 ῥώμην ἐντιθῇ γαστέρι, καθάπερ τὰ στύφοντα, μήτ’ ἴσχῃ ῥεομένην, 6.597
1 εἰκότως ἀτιμάζεται, καθάπερ καὶ παρ’ ἡμῖν γε  τῆς
2 Ἀσίας πολλαχόθι τοῖς ὑσὶν αὐτὰ ῥίπτομεν, πλατανίστινα
3 καλοῦντες, ἐπειδὴ παραπλήσιά πώς ἐστι γευόμενα  τοῖς
4 ἁπαλοῖς φύλλοις τῶν πλατάνων. φυλάττεσθαι δὲ χρὴ καὶ τὰ
5 κάλλιστα τῷ γένει μῆλα, πρὶν ἐπὶ τῶν δένδρων πεπανθῆναι·
6 δύσπεπτα γάρ ἐστι καὶ ψυχρὰ καὶ βραδύπορα καὶ κακόχυμα
7 μετὰ τοῦ καὶ ψυχρὸν καὶ παχὺν ἀτρέμα τὸν χυμὸν ἔχειν. ὅσα
8 δὲ καλῶς πεπανθέντα φυλάττουσιν εἴς τε τὸν χειμῶνα καὶ τὸ
9 μετ αὐτὸν ἔαρ, ὠφελιμώτατα γίνονται πολλάκις ἐν νόσοις, ἤτοι
10 περιπλασθέντα σταιτὶ, καὶ κατὰ θερμὴν σποδιὰν ὀπτηθέντα
11 συμμέτρως; ἐφ᾿ ὕδατος ζέοντος ἀτμῷ καλῶς ἑψηθέντα.
12 διδόναι δ’ αὐτὰ χρὴ μετὰ τὴν τροφὴν εὐθέως, ἐνίοτε δὲ
13 καὶ μετ’ ἄρτου, ῥώμης τε γαστρὸς ἕνεκα καὶ στομάχου τοῖς
14 ἀνορέκτοις τε καὶ βραδυπεπτοῦσιν, ἐμετικοῖς τέ καὶ διαῤῥοϊζομένοις
15 καὶ δυσεντερικοῖς. ἐπιτήδεια δὲ εἰς τοιάνδε χρείαν
16 ἐστὶ τὰ στρυφνά· συμμετρίαν γὰρ ἴσχει τῆς στύψεως, ὡς εἶπον
17 ἄρτι παρασκευασθέντα, τῶν μετρίως αὐστηρῶν ἅπασαν 6.598
1 ἀποτιθεμένων τὴν στῦψιν ἐν τῇ τοιαύτῃ παρασκευῇ, καὶ διὰ
2 τοῦτο παραπλησίων γιγνομένων τοῖς ἐξ ἀρχῆς ὑδατώδεσιν.
3